Ancient Greek · ~5 min
Page 415
Joannes Philoponus Phil., De aeternitate mundi 415
Not analysed yet
τύχοι ἢ ψυχρόν, βαρὺ ἢ κοῦφον· τούτοις γὰρ ἅπασιν τὸ ἄποιον ὑπόκειται σῶμα. ἔστιν οὖν τῶν πεποιωμένων σωμάτων ἕκαστον ἐξ ὑποκειμένου μὲν τοῦ τριχῇ διαστατοῦ, τουτέστιν τοῦ ἀποίου σώματος, εἴδους δὲ τοῦ πυρίου τυχὸν ἢ ἀερίου ἤ τινος ἄλλου. ὡς οὖν τὸ εἶδος οὐκ ἐξ ὑποκειμένου καὶ εἴδους σύγκειται, οὕτως οὐδὲ τὸ ἁπλῶς σῶμα τὸ πᾶσιν τοῖς φυσικοῖς εἴδεσιν ὑποκείμενον ἐξ ὑποκειμένου καὶ εἴδους σύνθετον ἔσται, ἀλλ' ἔστιν αὐτὸ ὑποκείμενον πᾶσιν καὶ ἁπλοῦν. δʹ. Σαφὲς μὲν οὖν ἐξ αὐτῆς οἶμαι τῆς τῶν πραγμάτων ἐναργείας εἶναι, ὡς οὐδεμίαν ἐν τῇ τῶν πραγμάτων εἰς ἄλληλα μεταβολῇ τὸ σῶμα, ᾗ σῶμά ἐστιν, τροπὴν ἢ ἀλλοίωσιν ὑπομένει, τουτέστιν τὸ εἶναι σῶμα ἕσταται· τοῦτο γάρ ἐστιν τὸ ᾗ σῶμά ἐστιν μεταβάλλειν. ἐπειδὴ δέ τινες πειρῶνται κατασκευάζειν, ὡς ὅτι καὶ τὸ σῶμα, ᾗ σῶμά ἐστιν, μεταβάλλει (τουτέστιν τὸ τριχῇ διαστατόν, ᾗ τοιοῦτόν ἐστιν), ἵν' οὕτως, ὡς οἴονται, δείξωσιν, ὅτι καὶ τῷ σώματι ἀσώματός τις ὕλη ὑπόκειται, ἀναγκαῖον οἶμαι καὶ τούτων τοὺς λόγους ἐκθέμενον ἐπισκέψασθαι. φασὶ γάρ, ὡς τοῦ αὐτοῦ ὑποκειμένου μένοντος μήτε προσθέσεως γενομένης μήτ' ἀφαιρέσεως ἐξ ἐλαττόνων τὰ σώματα μείζονα γίνεται καὶ ἐκ μειζόνων πάλιν εἰς ἐλάττονα