Ancient Greek · ~5 min
Page 43
Joannes Philoponus Phil., De aeternitate mundi 43
Not analysed yet
τον ποιοῦντος ἐνεργείᾳ δημιουργὸν τὸν δυνάμει πρότερον. καὶ εἰ μὲν ἐκεῖνος ἀεὶ ἐνεργείᾳ αἴτιος τοῦ εἶναι τοῦτον δημιουργόν, ἀεὶ καὶ οὗτος δημιουργὸς διὰ τὸ πρότερον ἀξίωμα τὸ λέγον, ὅταν ᾖ κατ' ἐνέργειαν τὸ αἴτιον, καὶ τὸ αἰτιατὸν εἶναι κατ' ἐνέργειαν· ὥστε τὸ δημιουργούμενον ἀεί ἐστιν. εἰ δὲ καὶ ἐκεῖνος δυνάμει ποτὲ αἴτιος τοῦ ποιεῖν τὸν δημιουργὸν δημιουργεῖν, πάλιν αὐτὸς ἄλλου του δεήσεται τοῦ ποιοῦντος αὐτὸν κατ' ἐνέργειαν ποιεῖν τὸν δημιουργὸν δημιουργεῖν διὰ τὸ δεύτερον ἀξίωμα τὸ λέγον τὸ δυνάμει πᾶν δεῖσθαι τοῦ ἐνεργείᾳ, ἵνα γένηται κατ' ἐνέργειαν· καὶ πάλιν ὁ αὐτὸς ἐπὶ τούτου λόγος, καὶ ἢ εἰς ἄπειρον ἄνιμεν ἄλλο πρὸ ἄλλου ζητοῦντες αἴτιον τοῦ ἐνεργείᾳ τῷ προκειμένῳ δυνάμει αἰτίου ἢ ἥξομεν εἰς τὸ συγχωρῆσαι ἀεί τι εἶναι κατ' ἐνέργειαν αἴτιον. τούτου δὲ συγχωρηθέντος ἕπεται καὶ τὰ αἰτιατὰ εἶναι ἀεὶ κατ' ἐνέργειαν καὶ τὸν κόσμον ἀεὶ δημιουργούμενον, εἴπερ καὶ τὸν δημιουργὸν ἀεὶ δημιουργόν, διὰ δύο δειχθὲν ἀξιωμάτων, ἑνὸς μὲν ὡς ἂν ἔχῃ τῶν πρός τι θάτερον, οὕτω καὶ θάτερον ἔχειν, εἰ μὲν δυνάμει, δυνάμει, εἰ δὲ ἐνεργείᾳ, ἐνεργείᾳ, ἑτέρου δὲ πᾶν τὸ δυνάμει ὂν μεταβάλλειν εἰς τὸ ἕτερον ἐνεργείᾳ ὑπό τινος ἐνεργείᾳ ὄντος, ὃ αὐτὸ δυνάμει πρότερον, ἐνεργείᾳ δ' ὕστερον."