Ancient Greek · ~6 min
Page 421
Joannes Philoponus Phil., De aeternitate mundi 421
Not analysed yet
ἐστιν ἑκάτερον, οὐδὲν δὲ τριχῇ διαστατὸν οὐδενὸς τριχῇ διαστατοῦ, ᾗ τοιοῦτόν ἐστιν, διαφέρει, οὐδὲν ἄρα τριχῇ διαστατόν, ᾗ τοιοῦτόν ἐστιν, τῷ μεγάλῳ καὶ τῷ μικρῷ ταὐτόν ἐστιν. εἰ οὖν μηδενὶ ταὐτόν ἐστιν μεγάλῳ εἶναι ἢ μικρῷ καὶ τριχῇ διαστατῷ εἶναι, οὐκ ἄρα ἡ ἐκ μικροῦ εἰς μέγα μεταβολὴ ἢ πάλιν ἐκ μεγάλου εἰς μικρὸν τοῦ τριχῇ διαστατοῦ, ᾗ τοιοῦτον ὑπάρχει, μεταβολὴν ποιεῖται· οὐδὲν γὰρ οὔτε μᾶλλον οὔτε ἧττον ἔμεινεν τριχῇ τε διαστατὸν καὶ σῶμα τὸ ἐκ μεγάλου μικρὸν γενόμενον ἢ ἔμπαλιν, καὶ πρὶν μεταβάλῃ καὶ μεταβεβληκός. ὥστε τὸ σῶμα, ᾗ σῶμά ἐστιν, ἀμετάβλητον ἔμεινεν ἐν τῇ τοῦ μεγάλου καὶ μικροῦ μεταβολῇ, ὥσπερ οὖν καὶ ἐν τῇ κατὰ τὰς ποιότητας ἀλλοιώσει οὐδεμίαν τροπὴν κατὰ τὸν τοῦ σώματος λόγον τὸ μεταβάλλον ὑπομένει, ὡς πολλάκις εἴρηται. εʹ. Ἴσως δὲ πάλιν καὶ τοῦτο ἀπορήσειεν, ὡς διακεκριμέναι εἰσὶν ἀπ' ἀλλήλων αἱ δέκα κατηγορίαι καὶ τῆς οὐσίας τὸ ποσόν ἐστιν ἕτερον, τὸ δὲ τριχῇ διαστατὸν αὐτὸ καθ' αὑτὸ τοῦ ποσοῦ ἐστιν, τὸ δὲ σῶμα οὐσία ἐστίν· ὥστε οὐκ ἂν εἴη αὐτὸ καθ' αὑτὸ τὸ τριχῇ διαστατὸν σῶμα, ἐπεὶ μηδὲ οὐσία ἐστίν, ἀλλὰ ποσόν. εἰ οὖν τὸ σῶμα, ᾗ σῶμά ἐστιν, οὐσία ἐστίν, πᾶν δὲ σῶμα τριχῇ ἐστιν διαστατὸν καὶ εἰδοποιεῖται τούτῳ, ἀνάγκη ἄρα εἶναί τι τῷ τριχῇ διαστατῷ ὑποκείμενον, ἐν ᾧ γινόμενον τὴν τοῦ σώματος ἀποτελεῖ φύσιν. σύνθετος ἄρα ἔσται ἡ τοῦ σώματος φύσις ἔκ τε ὑποκειμένου τῆς ὕλης καὶ ἐκ τοῦ ταύτην εἰδοποιοῦντος