Ancient Greek · ~6 min
Page 422
Joannes Philoponus Phil., De aeternitate mundi 422
Not analysed yet
τριχῇ διαστατοῦ, ὥστε τὸ συναμφότερον τὴν τοῦ σώματος εἶναι οὐσίαν. οὐκ ἄρα ἁπλοῦν ἐστιν τὸ σῶμα καὶ ὑποβάθρα πάντων, ἀλλὰ καὶ τούτῳ τις ἀσώματος ὕλη ὑπόκειται. ἀλλ' εἴπερ τὸ τριχῇ διαστατὸν διὰ τὸ ποσὸν εἶναι συμβεβηκός ἐστιν, καὶ ἡ ἐν τῷ πυρὶ ἄρα θερμότης καὶ ξηρότης ποιότητες οὖσαι συμβεβηκότα ἔσονται, ὁμοίως δὲ καὶ ἡ ἐν ὕδατι ψῦξις ἥ τε βαρύτης καὶ κουφότης ἡ ἐν τοῖς σώμασιν καὶ τὰ τούτοις παραπλήσια. οὐκοῦν συμβήσεται ὅσον ἐπὶ τῷ λόγῳ τούτῳ πᾶσαν τὴν σωματικὴν οὐσίαν ἐξ ὕλης καὶ συμβεβηκότων συγκεῖσθαι· ὥστε στοιχεῖα τῆς σωματικῆς οὐσίας ἡ ὕλη ἔσονται καὶ τὰ συμβεβηκότα· καὶ ἐπειδὴ τὰ στοιχεῖα πρῶτά ἐστιν τῇ φύσει τῶν ἐξ αὐτῶν συγκειμένων, πολλάκις δὲ καὶ τῷ χρόνῳ ἐστὶν πρῶτα, ὥσπερ ἀμέλει τά, ἐξ ὧν τὸ ἡμέτερον σύγκειται σῶμα, καὶ χρόνῳ καὶ φύσει πρῶτα τοῦ ἡμετέρου ἐστὶν σώματος καὶ διὰ τοῦτο ἀναιρουμένων μὲν τῶν στοιχείων καὶ τὸ ἡμέτερον συναναιρεῖσθαι σῶμα ἀνάγκη, τοῦ δὲ ἡμετέρου μὴ ὄντος σώματος οὐκ ἀνάγκη μὴ εἶναι τὰ στοιχεῖα, πῦρ ὕδωρ ἀέρα καὶ γῆν, οὐκοῦν καὶ τῆς σωματικῆς οὐσίας πρῶτα τῇ φύσει ἔσται τὰ συμβεβηκότα. ὥστε ἀναιρουμένων μὲν τῶν συμβεβηκότων ἀναιρεθήσεται καὶ ἡ οὐσία· τῶν γάρ, ἐξ ὧν σύγκειταί τι, ἀναιρουμένων καὶ αὐτὸ ἀναιρεῖσθαι ἀνάγκη, τῆς δὲ οὐσίας ἀναιρουμένης ἐνδέχοιτο ἂν τά, ἐξ ὧν σύγκειται, τουτέστιν τὰ συμβεβηκότα, εἶναι, ὅπερ ἐστὶν ἀδύνατον· τοὐναντίον γὰρ ἐξ αὐτῆς τῆς τῶν πραγμάτων φύσεως παρὰ πᾶσιν ὡμολόγηται, ὅτι ἀναιρουμένη μὲν ἡ οὐσία συναναιρεῖ τὰ συμβεβηκότα