Ancient Greek · ~6 min
Page 423
Joannes Philoponus Phil., De aeternitate mundi 423
Not analysed yet
αὐτῇ ἅτε ὑποστῆναι χωρὶς αὐτῆς, ᾗτινι καὶ συμβέβηκε, μὴ δυνάμενα, ἀναιρούμενα δὲ τὰ συμβεβηκότα οὐκ ἀναιρεῖ τὴν οὐσίαν, εἴπερ συμβεβηκός ἐστιν, ὃ γίνεται καὶ ἀπογίνεται χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς· τὰ δὲ στοιχεῖα ἢ ὅλως τὰ συμπληρωτικά τινος οὐ γίνεται καὶ ἀπογίνεται χωρὶς τῆς ἐκείνου φθορᾶς (ἐξ αὐτῶν γὰρ ὑφέστηκεν)· οὐκ ἄρα στοιχεῖά ἐστιν τῆς σωματικῆς οὐσίας τὰ συμβεβηκότα οὐδ' ὅλως ἐξ αὐτῶν συμπληροῦνται. εἰ δὲ μή ἐστιν στοιχεῖα τοῦ σώματος τὰ συμβεβηκότα, οὐδ' ἄρα ἐξ αὐτῶν καὶ τῆς ὕλης τὸ σῶμα ὑφέστηκεν. ὅτι μὲν οὖν ἀδύνατον ἐκ συμβεβηκότων καὶ ὕλης συγκεῖσθαι τὸ σῶμα, ἱκανῶς οἶμαι ἐκ τῶν εἰρημένων ἀποδέδεικται. τί οὖν πρὸς τὴν ἀπορίαν φαμέν; ὅτι, ὥσπερ οὐ πᾶν ποιὸν συμβεβηκός ἐστιν, ἀλλ' ἔστιν καὶ οὐσιῶδες ποιόν (τὰς γοῦν διαφορὰς οἷον τὸ λογικὸν ἢ τὸ δίπουν ἐν τῷ ποῖόν τί ἐστιν τῶν εἰδῶν τε καὶ τῶν ἀτόμων φαμὲν κατηγορεῖσθαι. ὅθεν ἐν κατηγορίαις Ἀριστοτέλης διὰ τὸ τῶν διαφορῶν μετέχειν τὰ εἴδη καὶ τὰ γένη περὶ τὴν οὐσίαν αὐτὰ τὸ ποιὸν ἀφορίζειν εἴρηκεν· οὐδὲ γὰρ ἡ ἐν τῷ πυρὶ θερμότης ποιότης τις οὖσα συμβεβηκός ἐστιν τῷ πυρὶ ἀλλ' οὐσιώδης αὐτοῦ καὶ συστατικὴ διαφορά, οὐδ' ἡ βαρύτης ἐν τῇ γῇ, οὐ τὸ ὑγρὸν ἐν ἀέρι τε καὶ ὕδατι, οὐχ ἡ γλυκύτης ἐν τῷ μέλιτι, οὐδὲ τὸ λευκὸν ἐν ψιμυθίῳ ἢ ἐν χιόνι, οὐ τὸ σφαιρικὸν σχῆμα ἐν τῷ οὐρανῷ· ἐγίνετο γὰρ ἂν ταῦτα καὶ ἀπεγίνετο χωρὶς τῆς τῶν ὑποκειμένων φθορᾶς, ὅπερ ἐστὶν ἀδύνατον· οὐδὲ γὰρ κατ' ἐπίνοιαν ἄνευ θερμό-