Ancient Greek · ~6 min
Page 424
Joannes Philoponus Phil., De aeternitate mundi 424
Not analysed yet
τητος ἔστιν νοῆσαι τὸ πῦρ χωρὶς θερμότητος ἢ τὴν χιόνα χωρὶς λευκότητος ἢ τὸν οὐρανὸν χωρὶς τοῦ σφαιρικοῦ σχήματος οὔτε τῶν ἄλλων τῶν εἰρημένων οὐδέν), ὥσπερ οὖν ἔστιν οὐσιῶδες ποιὸν οὐχ ὑπὸ τὸ ποιὸν ἀλλ' ὑπὸ τὴν οὐσίαν ὡς οὐσιώδης διαφορὰ ἀναγόμενον, οὕτω δήπου καὶ ποσόν ἐστιν οὐσιῶδες καὶ τοῦτο μάλιστά ἐστιν τὸ τριχῇ διαστατόν· τοῦτο γάρ ἐστιν μόνον τῶν ἐν τοῖς σώμασιν θεωρουμένων τὸ αὐθυπόστατον καὶ ἡ ἁπλῶς τοῦ σώματος οὐσία, ὅπερ ἐστὶν ὄγκος τις τριχῇ διαστατὸς ἀόριστος μεγέθει τε καὶ σμικρότητι. ϛʹ. Τούτου δὲ τοῦ τριχῇ διαστατοῦ πρώτη διαφορά ἐστιν τὸ μέγα τε καὶ μικρόν, ὡς εἴρηται· τῇ γὰρ τῶν τριῶν διαστάσεων ἐπὶ τοσόνδε ἢ τοσόνδε ἐκτάσει τε καὶ συστολῇ τὸ μέγα τε καὶ μικρὸν τῷ τριχῇ διαστατῷ ἐπιγίνεται καὶ τὸν ἀόριστον ὄγκον εἰς ὁρισμὸν ἄγει καὶ πέρας. συστολὴ δὲ καὶ διαστολὴ οὔτε γένεσιν οὔτε φθορὰν ἐργάζεται τοῦ σώματος, ᾗ σῶμά ἐστιν, τουτέστιν τοῦ εἰρημένου τριχῇ διαστατοῦ· γίνεται γὰρ ἐν τοῖς σώμασιν καὶ ἀπογίνεται τὸ μέγα καὶ τὸ μικρόν, τουτέστιν διαστέλλεται τὰ σώματα καὶ συστέλλεται, τοῦ σώματος, ᾗ σῶμά ἐστιν, οὐδὲν κατὰ τὸν ἴδιον ὑπομένοντος λόγον. ὥστε ἡ ἁπλῶς τοῦ σώματος οὐσία οὐδέν ἐστιν ἕτερον ἢ τὸ ἀόριστον τριχῇ διαστατόν, ὅπερ τῇ τοῦ μικροῦ τε καὶ τοῦ μεγάλου διαφορᾷ ὁριζόμενον καὶ τὰς εἰδοποιοὺς τῶν σωματικῶν οὐσιῶν διαφορὰς δεχόμενον τὰς μερικὰς τῶν σωμάτων οὐσίας ἀποτελεῖ, ὕδατός φημι πυρὸς ἡλίου σελήνης