Ancient Greek
Page 425
Joannes Philoponus Phil., De aeternitate mundi 425
Not analysed yet
καὶ τῶν λοιπῶν πάντων. τούτων οὖν δεδειγμένων δῆλον, ὡς οὐκ ἔστιν ποσὸν συμβεβηκὸς τὸ τριχῇ διαστατόν· ἐγίνετο γὰρ ἂν χωρὶς τῆς τοῦ σώματος φθορᾶς καὶ ἀπεγίνετο, νῦν δὲ οὐδὲ ἐπινοῆσαι ἔστιν σῶμα χωρὶς τοῦ τριχῇ διαστατοῦ. αὐτὸ ἄρα οὐσία ἐστὶν σώματος. εἰ οὖν καὶ οὐσία ἐστὶν τοῦ ἁπλῶς σώματος τὸ τριχῇ διαστατὸν καὶ τοῦτο μόνον ἐν τῇ μεταβολῇ τῶν σωμάτων ἀμετάβλητον ὑπομένει, ὡς δέδεικται, οὐδεὶς ἄρα λόγος ἔστιν ὁ δεικνύς, ὡς ὑποκεῖσθαι αὐτῷ τὴν ἀσώματον ὕλην ἀνάγκη. ὥστε τοῦτό ἐστιν τὸ πρῶτον τῶν φυσικῶν ἁπάντων εἰδῶν ὑποκείμενον, ἐξ οὗ λοιπὸν καὶ τῶν οὐσιωδῶν ποιοτήτων συντιθεμένων τὰ ἐν ὑπάρξει πεποιωμένα γίνεται σώματα, πῦρ ὕδωρ καὶ τὰ λοιπά· ὥσπερ γὰρ τὸ ἄλογον ἢ τὸ θνητὸν καθ' ἑαυτὸ μὲν οὐχ ὑφίσταται, συνδυαζόμενα δὲ τῷ ζῴῳ, τουτέστιν τῷ ἐμψύχῳ αἰσθητικῷ, τὴν ὕπαρξιν λαμβάνει (λέγω δὲ ζῴῳ οὐ τῷ γένει, ἀλλὰ τῷ ἐν ὑπάρξει ἤδη, ὃ καὶ μέρος τοῦ συνθέτου γίνεται), οὕτω δὴ καὶ τὸ ἐν πυρὶ θερμὸν ἢ κοῦφον καὶ ὅσ' ἂν τὴν τοῦ πυρὸς συμπληροῦσιν οὐσίαν, ὁμοίως καὶ τὸ ὑγρὸν καὶ τὸ ψυχρόν, ἅπερ συμπληρωτικά ἐστιν τοῦ ὕδατος, καὶ γῆς καὶ ἀέρος τὰ χαρακτηριστικὰ τούτων διαφοραὶ ὑπάρχοντα σώματος ἐν τῷ ἁπλῶς σώματι τῷ τριχῇ διαστατῷ τὴν ὑπόστασιν λαμβάνει. ζʹ. Ἀλλ' ἴσως πάλιν ἐρεῖ τις, ὡς ὅτι τὴν πρώτην ὕλην ἀνείδεον εἶναι δεῖ, τὸ δὲ τριχῇ διαστατὸν οὐκ ἔστιν ἀνείδεον, εἴπερ αὐτὸ εἶδός ἐστιν τοῦ ἁπλῶς σώματος. συμβήσεται οὖν μὴ εἶναι ἀνείδεον τὸ τοῖς