Ancient Greek · ~5 min
Page 44
Joannes Philoponus Phil., De aeternitate mundi 44
Not analysed yet
Κεφάλαια τῆς λύσεως τοῦ τρίτου λόγου. αʹ. Ὅτι παρὰ τὴν ὁμωνυμίαν τοῦ δυνάμει καὶ τοῦ ἐνεργείᾳ τὸν παραλογισμὸν ἐν τούτοις ὁ Πρόκλος συνέπλεξεν. βʹ. Ἔκθεσις τῶν διαφόρων τοῦ δυνάμει καὶ τοῦ ἐνεργείᾳ σημαινομένων. γʹ. Ὅτι τῷ καθ' ἕξιν αἰτίῳ, ὅπερ ἐστὶν τὸ πρῶτον τῶν τοῦ ἐνεργείᾳ σημαινομένων, οὐ πάντως ἐξ ἀνάγκης καὶ τὸ αἰτιατὸν κατ' ἐνέργειαν ἕπεται. ὅθεν ἐνδέχεται ἀεὶ μὲν καθ' ἕξιν ἐνεργείᾳ εἶναι τὸν θεὸν δημιουργόν, μὴ ἀεὶ δὲ τὸν κόσμον εἶναι. δʹ. Ὅτι ἐκ τοῦ δευτέρου δυνάμει τοῦ καθ' ἕξιν, ὅπερ καὶ πρῶτόν ἐστιν ἐνεργείᾳ, εἰς τὴν δευτέραν ἐνέργειαν προϊὸν οὐ δεῖται ἑτέρου τινὸς τοῦ ἀπὸ τῆς ἕξεως εἰς τὴν ἐνέργειαν αὐτὸ ἄγοντος. εʹ. Ἔκθεσις τῶν τοῦ Πρόκλου λέξεων καὶ ἀπόδειξις ἐξ αὐτῶν, ὅτι ἀδιορίστως λαβὼν τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ τὸν παραλογισμὸν συνέπλεξεν. ἐν ᾧ, ὅτι ἐνεργείᾳ καθ' ἕξιν δημιουργὸς ὢν ὁ θεὸς οὔτε ἐξ ἀνάγκης συνυπάρχοντα ἑαυτῷ τὸν κόσμον ἐξ ἀιδίου εἰσάγει οὔτε δὲ ἄλλου του δεήσεται δημιουργοῦ ἐνεργείᾳ τοῦ ἀπὸ τῆς ἕξεως αὐτὸν εἰς ἐνέργειαν ἄγοντος. ϛʹ. Ὅτι οὐδὲ ἐπὶ τοῦ προτέρου δυνάμει καθόλου ἐστὶν ἀληθὲς τὸ δεῖσθαι πάντως τὸν δυνάμει ἄλλου τινὸς ἐνεργείᾳ τοῦτο ὄντος, ὅπερ αὐτός ἐστιν δυνάμει, ἵνα εἰς ἐνέργειαν ἀχθῇ, ἀλλ' ἁπλῶς ἐνεργείᾳ τινὸς ὄντος, οὐ μὴν πάντως καὶ τοιούτου.