Ancient Greek
Page 432
Joannes Philoponus Phil., De aeternitate mundi 432
Not analysed yet
χραμίδι ὑποκειμένη ὕλη καὶ δυνάμει πάντα, τί ἐκώλυεν τοῦ εἴδους τῆς κεγχραμίδος φθαρέντος ἐξ αὐτοῦ τυχὸν γενέσθαι σάρκα ἢ ἄνθρωπον ἢ ὁτιοῦν ἄλλο ἅμα εἴς τε τὸ εἶδος καὶ εἰς τὸ τῷ εἴδει προσῆκον μέγεθος μεταβαλλούσης αὐτῆς προσθέσεως μηδεμιᾶς γινομένης; εἰ γὰρ καὶ γίνεται ἐκ κεγχραμίδος συκῆ, ἀλλὰ προσθήκης πρότερον γινομένης μεγέθους καὶ ὕλης ἐκ τῆς τῷ προστιθεμένῳ ὑποκειμένης μεγέθει· προστίθεται δὲ τῇ κεγχραμίδι μέγεθος καὶ ὕλη ἔκ τε τοῦ ἀρδεύοντος ὕδατος καὶ τῆς παρακειμένης τε καὶ τρεφούσης γῆς. ὁμοίως κἂν εἰ ἐξ ὀλίγου σπέρματος ἄνθρωπος γίνεται, ἀλλὰ τὸ καταμήνιον ἡ φύσις ἐπέχουσα τῇ τούτου προσθήκῃ τρέφει τε καὶ εἰς τὸ κατὰ φύσιν μέγεθος τὸ κύημα ἄγει τῆς ὑποκειμένης τῷ καταμηνίῳ πρώτης ὕλης προστιθεμένης τῇ ὕλῃ τοῦ ἐξ ἀρχῆς καταβληθέντος σπέρματος. ἐπεὶ τοίνυν ἡ αὐτὴ μένουσα ἡ τῆς κεγχραμίδος ἢ ἡ τοῦ σπέρματος ἀσώματος ὕλη οὐκ ἄν ποτε τὸ εἶδος εἰς ἑαυτὴν δέξαιτο ἢ τὸ τῆς συκῆς ἢ τὸ τοῦ ἀνθρώπου, ὥσπερ τυχὸν φθειρόμενον τὸ κυαθιαῖον ὕδωρ προσθήκης μὴ γινομένης ἀὴρ γίνεται καὶ ὁ ἄρτος σὰρξ ἢ ὁ οἶνος αἷμα, δῆλον, ὡς οὐδὲ τὸ τυχὸν εἶδος ἡ τυχοῦσα ὕλη ἀσώματος καταδέξασθαι δύναται, ἐπεὶ μηδὲ εἰς τὸ τυχὸν μέγεθος ἡ τυχοῦσα μεταβάλλει. εἰ οὖν ἀσωμάτου μενούσης καὶ ἀμεγέθους τῆς ἑκάστῳ σώματι ὑποκειμένης πρώτης ὕλης ἐνδεχόμενον ἦν τὴν τῷ τυχόντι μεγέθει ὑποκειμένην ὕλην τὸ τυχὸν μέγεθος καὶ εἶδος ἐν αὑτῇ καταδέξασθαι διὰ τὸ ἀσώματόν τε εἶναι καὶ