Ancient Greek · ~6 min
Page 433
Joannes Philoponus Phil., De aeternitate mundi 433
Not analysed yet
πάντῃ ἀνείδεον καὶ πάντα εἶναι δυνάμει, τοῦτο δὲ οὐχ ὁρῶμεν γιγνόμενον, ψεῦδος ἄρα τὸ ἀσώματον ὕλην καὶ ἀνείδεον ὑποκεῖσθαι τοῖς πράγμασιν. ἐπὶ δὲ τοῦ τριχῇ διαστατοῦ, εἴπερ τοῦτο εἴη ὕλη καὶ τὸ πρῶτον τῶν φυσικῶν εἰδῶν ὑποκείμενον, ὡς πρότερον ἀπεδείξαμεν, οὐκέτι ἀνάγκη τὸ τυχὸν εἰς τὸ τυχὸν μεταβάλλειν οὔτε μέγεθος οὔτε εἶδος· συστέλλεσθαι μὲν γὰρ καὶ διαστέλλεσθαι τὸ μέγεθος πέφυκεν, ἀλλ' ὡρισμένην ἑκάστου καὶ τὴν συστολὴν καὶ τὴν διαστολὴν ἀνάγκη γίνεσθαι· μεγέθους γὰρ εἰς μέγεθος ἡ μεταβολὴ γίνεται, οὐκ ἀσωμάτου εἰς μέγεθος. οὐκοῦν δύο μεγεθῶν ὑποκειμένων φέρε εἰπεῖν ὕδατος τοῦ μὲν ἡμίσεος τοῦ δὲ διπλασίου καὶ ἑκατέρου μανουμένου τε καὶ εἰς ἀέρα μεταβάλλοντος τὸ μὲν ἔλαττον εἰς ἐλάττονα ὄγκον ἀέρος τὸ δὲ μεῖζον εἰς μείζονα μεταβάλλει ἐξ ἀνάγκης. καὶ ὃν λόγον ἔχει πρὸς ἄλληλα κατὰ μέγεθος ἐξαερωθέντα τὰ ὑδάτια, τοῦτον ἔχειν ἀνάγκη τὸν λόγον καὶ τοὺς ἐξ αὐτῶν γενομένους τοῦ ἀέρος ὄγκους. εὐλόγως δ' ἂν οὐδ' εἰς τὸ τυχὸν εἶδος τὸ τυχὸν μέγεθος ἐπαρκέσει διὰ τὸ ὡρίσθαι μὲν ὑπὸ τῆς φύσεως, ἐν ἡλίκῳ μεγέθει ἕκαστον εἶδος ὑφίσταται, τὸ δὲ πρῶτον ὑποκείμενον τὸ τριχῇ εἶναι διαστατὸν καὶ προκατειλῆφθαι τῶν ὄντων ἕκαστον ὡρισμένῳ τινὶ τοῦ τριχῇ διαστατοῦ μεγέθει· εἰ γὰρ καὶ ἀόριστόν ἐστιν τῷ ἰδίῳ λόγῳ τὸ τριχῇ διαστατόν, ἀλλ' οὖν ἐπινοίᾳ μόνον καὶ τῷ θεωρητικῷ λόγῳ οὐ καθ' ὕπαρξιν καὶ ἐνέργειάν ἐστιν ἀόριστον, ὥσπερ καὶ τὸ ἁπλῶς ζῷον ἕτερον μέν ἐστιν τῷ ἰδίῳ λόγῳ τοῦ λογικοῦ καὶ ἀλόγου, οὐ μὴν ὑφέστηκεν χωρὶς τούτων τινός· πᾶν