Ancient Greek · ~6 min
Page 439
Joannes Philoponus Phil., De aeternitate mundi 439
Not analysed yet
ὁμώνυμος φωνὴ εἰς διάφορα διαιρεῖται σημαινόμενα. λείπεται τοίνυν ὡς ὅλον εἰς μέρη αὐτὴν διαιρεῖσθαι. ἀλλ' εἰ μὲν εἰς ἀνομοιομερῆ διῄρηται, εἰδοπεποιῆσθαι καὶ αὐτὴν καὶ τῶν μερῶν ἕκαστον ἀνάγκη· καὶ γὰρ τὸ ὅλον εἰδοπεποίηται, οἷον ὁ ἄνθρωπος ἢ τὸ τοῦ ἀνθρώπου σῶμα, καὶ τῶν μερῶν αὐτοῦ ἕκαστον ἀνάγκη, κεφαλὴ καὶ ποὺς καὶ τὰ λοιπά. εἰ δὲ εἰς ὁμοιομερῆ, πῶς πάλιν τὸ ἀσώματον καὶ ἀμερὲς διαιρεῖται; ἄλλως τε ἡ τοῦ ὅλου εἰς μέρη διαίρεσις σώματός ἐστιν καὶ μεγέθους, εἴτε ὁμοιομερὲς ᾖ τὸ ὅλον εἴτε ἀνομοιομερές· τὸ γὰρ ἀσώματον καὶ ἀμέγεθες ἀμερές· ὥστε οὐδὲ ὅλον ἕξει καὶ μέρος. εἰ οὖν ὅλον ἕξει καὶ μέρος ἡ ὕλη, μέγεθος ἂν εἴη καὶ σῶμα, οὐκ ἀμεγέθης τε καὶ ἀσώματος. διὰ τοῦτο οὐδὲ ἀνείδεος· οὐ γὰρ ἀνείδεον τὸ μέγεθος ἢ τὸ σῶμα. καὶ τὸ δὴ ἀτοπώτερον· οὐ γὰρ μόνον τὸ ἀμερὲς μεριστὸν ποιεῖν συμβήσεται τοῖς τὴν ὕλην ἀσώματον εἶναι καὶ ἀνείδεον ὑποτιθεμένοις, ἀλλὰ καὶ τοῖς ἀμερέσι διαιρέσεως τὸ ἀμερὲς εἶναι λέγειν αἴτιον γίνεσθαι· ἕκαστον γὰρ τῶν εἰδῶν ἀσώματον ὂν καὶ ἀμερὲς τῷ ἰδίῳ λόγῳ, ἐπειδὰν ἐν ὕλῃ καὶ ὑποκειμένῳ γένηται, συνδιίσταται τούτῳ καὶ συμμερίζεται, ὡς ἀρτίως περὶ τῆς λευκότητος ἐλέγομεν· ὥστε καὶ τοῖς ἀμερέσιν εἴδεσι μερισμοῦ αἰτία ἡ ὕλη γίνεται. τοῦτο δὲ καὶ αὐτοὶ ὁμολογεῖν ἀξιοῦσιν. πῶς οὖν οἷόν τέ ἐστιν, εἴπερ ἀμερής ἐστιν ἡ ὕλη, αὐτήν τε διαιρεῖσθαι εἰς μέρη καὶ τοῖς ἀμερέσιν εἴδεσιν μερισμοῦ αἰτίαν γενέσθαι; καὶ εἰ πάσχον τι τὸ ἀμερὲς μεριστὸν γίνεται, ἀμερῆ δὲ