Ancient Greek · ~5 min
Page 45
Joannes Philoponus Phil., De aeternitate mundi 45
Not analysed yet
ζʹ. Ὅτι ἐνδέχεται καὶ αὐτὴν ὑφ' ἑαυτῆς τὴν φύσιν ἀπὸ τῆς πρός τι ἐπιτηδειότητος εἰς τὴν κατ' αὐτὸ ἕξιν τε καὶ ἐνέργειαν ἄγεσθαι καὶ μὴ δεῖσθαί τινος ἔξωθεν τοῦ τελειοῦντος. Λύσις τοῦ τρίτου λόγου. αʹ. Ὡς σοφιστικὸν τοῦ φιλοσόφου τὸ ἐπιχείρημα. καίτοι γε ἔδει τὸ τῆς φιλοσοφίας αἰδούμενον πρόσχημα καὶ τῆς διαλεκτικῆς ἀκριβείας εἰς ἄκρον ἥκοντα καὶ περὶ τηλικούτων τὴν σκέψιν ποιούμενον μὴ οὕτως ταῖς ὁμωνυμίαις ἡμᾶς καθάπερ οἱ σοφισταὶ τὰ μειράκια παρακρούεσθαι, ἀλλὰ τῆς ἀληθείας φροντίδα ποιούμενον ὁμωνύμους ὄντα φωνὰς τό τε δυνάμει καὶ τὸ ἐνεργείᾳ διελέσθαι εἰς τὰ διάφορα σημαινόμενα καὶ διδάξαι, ἐπὶ ποίου μὲν τῶν τοῦ δυνάμει σημαινομένων τὸ ἕτερον τῶν παρ' αὐτοῦ τεθέντων ἀξιωμάτων ὡμολόγηται, ἐπὶ ποίου δὲ πάλιν τῶν ἐνεργείᾳ θάτερον, εἶτα ἕκαστον τῶν σημαινομένων τῶν δυνάμει καὶ τῶν ἐνεργείᾳ ἐπὶ τοῦ δημιουργοῦ ὑποθέμενον τὰ ἑκάστῃ ὑποθέσει ἑπόμενα ἐπισκέψασθαι. ἡμεῖς οὖν ἕνα σκοπὸν ποιούμενοι τὴν τῆς ἀληθείας εὕρεσιν καὶ τοῖς διαλεκτικοῖς κανόσιν ἑπόμενοι πρότερον εἰς τὰ διάφορα διέλωμεν σημαινόμενα τό τε δυνάμει καὶ τὸ ἐνεργείᾳ, εἶθ' οὕτως ὅπως ἀληθείας ἔχῃ τὰ ἐπ' αὐτῶν τεθέντα τοῦ φιλοσόφου κατανοήσωμεν ἀξιώματα, ἐξ ὧν τὸ τρίτον τῶν ἐπιχειρημάτων συνέπλεξεν. καὶ διά γε τοὺς ἀπείρους τῶν τοιούτων λόγων οὐδὲν οἷον