Ancient Greek · ~6 min
Page 445
Joannes Philoponus Phil., De aeternitate mundi 445
Not analysed yet
τὸ γὰρ μηδένα λόγον ἔχον τοῦ εἶναι ὅμοιον ἐδείξαμεν τῷ μηδ' εἶναι ὅλως. ὁ δὲ τοῦ εἶναι ἑκάστου λόγος εἶδός ἐστιν καὶ φύσις ἑκάστου· τὸ γὰρ ζῷον λογικὸν θνητὸν λόγος ἐστὶν τοῦ εἶναι καὶ εἶδος ἀνθρώπου. ἐκ τούτων οὖν πάντων δῆλον γεγένηται, ὅτι οὔτε ἀνείδεον παντελῶς οὔτε ἀσώματον εἶναι τὴν πρώτην ὕλην ἐνδέχεται. ὥστε μῦθος ψευδὴς καὶ αἴτημα ἀναπόδεικτον ἡ περὶ τῆς ἀσωμάτου τε καὶ ἀνειδέου ὕλης ὑπόθεσις ἀποδέδεικται, κἂν μυρίοι Πλάτωνες καὶ ὁ λοιπὸς τῶν ἀρχαίων κατάλογος τὴν περὶ αὐτῆς εἰσηγήσαντο δόξαν· οὐδενὶ γὰρ πιστεύειν ἀξιώσομεν μὴ ὑπὸ λόγου τὴν ἀπόδειξιν ἔχοντι· ‘εἰ μὴ σὺ γὰρ σαυτοῦ λέγοντος ἀκούσῃς’, φησὶν ὁ Πλάτων, ‘ἄλλῳ λέγοντι μηδέποτε πιστεύσῃς’. οἱ μὲν οὖν ἔλεγχοι τῆς ἀνειδέου ὕλης καὶ ὡς ἀληθῶς οὐδὲν οὔσης τῶν ὄντων ἐντεῦθεν ἡμῖν πέρας ἐχέτωσαν νόθων τῷ ὄντι καὶ ἀνυποστάτων τῶν περὶ αὐτῆς λογισμῶν ἀποφανθέντων. εἰ δὲ αὐτὴ ἡ περὶ τῆς ὕλης αὐτῶν ὑπόθεσις ψευδὴς δέδεικται καὶ ἀνυπόστατος, καὶ τὰ τῇ ἀρχῇ ἄρα τῇ ψευδεῖ ταύτῃ ἑπόμενα τῆς ἀρχῆς ἐληλεγμένης συναπελήλεγκται καὶ διὰ τοῦτο ἴσως περιττὸν ἦν τὸ ὅλως εἰς τὸ προκείμενόν τι λέγειν ἐπιχείρημα. συγχωρήσαντες δ' οὖν ἡμεῖς τῇ περὶ τῆς ὕλης ὑποθέσει, εἴτε σῶμα ταύτην εἶναί τις τὸ ἄποιον βούλοιτο εἴτε ἀσώματον, ἐπὶ τὴν ἐξέτασιν τοῦ προκειμένου ἑνδεκάτου ἐπιχειρήματος τὸν λόγον τρέψωμεν· ἔστιν δ', ἵνα συνελὼν εἴπω, τοιοῦτον. θʹ. Ἡ ὕλη, φησίν, οὐ κατὰ τύχην ἀλλ' ἔκ τινος