Ancient Greek
Page 446
Joannes Philoponus Phil., De aeternitate mundi 446
Not analysed yet
αἰτίας τὸ εἶναι ἔχουσα ἕνεκά τού ἐστιν καὶ τοῦτό ἐστιν αὐτῇ τὸ εἶναι· τῆς γὰρ γενέσεώς ἐστιν ἕνεκα· οὐκοῦν καὶ ἡ γένεσις οὗ ἕνεκά ἐστιν. τὸ δὲ ἕνεκά του καὶ τὸ οὗ ἕνεκα τῶν πρός τι, τὰ δὲ πρός τι ἅμα τὸ εἶναι καὶ τὸ μὴ εἶναι ἔχει· ἀφ' οὗ ἄρα ἡ ὕλη ἐστίν, ἀπὸ τότε καὶ ἡ γένεσίς ἐστιν· καὶ γὰρ ἡ ὕλη εἴδους ἐστὶν ὕλη καὶ τὸ εἶδος ὕλης ἐστὶν εἶδος. ὥστε ἅμα τῷ εἶναι τὴν ὕλην εὐθὺς καὶ ἡ γένεσίς ἐστιν καὶ τὰ εἴδη ἐστὶν ἐν αὐτῷ· ἔστιν γὰρ ἡ ὕλη οὐκ ἀκοσμίας ἕνεκα καὶ τῆς τῶν εἰδῶν στερήσεως ἀλλὰ κόσμου τε καὶ εἰδοποιίας. εἰ οὖν ἡ ὕλη ὡς καὶ ἡ γένεσις ἐξ ἀνάγκης ἀίδιος, καὶ ἡ εἰδοποιία. ὥστε καὶ ὁ κόσμος ἀίδιος. ὅτι δὲ ἡ ὕλη ἀίδιος, δῆλον ἐντεῦθεν· εἰ γὰρ γίνοιτο, φησίν, καὶ φθείροιτο, ὕλης ἄλλης δεήσεται, ἐξ ἧς τε γίνεται καὶ εἰς ἣν φθαρεῖσα ἀναλυθήσεται· τοῦτο δὲ πάλιν ἀνάγκη συμβαίνειν διὰ τὸ ἐν τῷ ἐνάτῳ λόγῳ εἰρημένον, ὡς πᾶν τὸ γιγνόμενον ἔκ τινος γίνεται καὶ ἐκ μηδενὸς γενέσθαι τι ἀδύνατον εἶναι. ἔστιν δὲ Ἀριστοτελικὸν τὸ ἐπιχείρημα· αὐτὸς γὰρ ἐν τῷ πρώτῳ τοῦτο τῆς φυσικῆς ἔθηκεν ἀκροάσεως. ὁ μὲν οὖν προκείμενος συλλογισμὸς τοιοῦτος. ἡμεῖς δὲ τοῖς ἄλλοις ἅπασιν συγχωρήσαντες τοῦτο μόνον τῶν εἰρημένων ζητήσωμεν, εἰ ἕπεται ἐξ ἀνάγκης τῷ γίνεσθαι καὶ φθείρεσθαι τὴν ὕλην τὸ δεῖσθαι αὐτὴν ὕλης ἑτέρας· τοῦτο γάρ ἐστιν τὸ δοκοῦν ἕπεσθαι ἄτοπον· οὗ δειχθέντος ὡς οὐχ ἕπεται (τουτέστιν ὡς οὐκ ἀνάγκη, εἴπερ ἡ ὕλη γίνοιτο, ἐξ ὕλης καὶ αὐτὴν