Ancient Greek · ~6 min
Page 447
Joannes Philoponus Phil., De aeternitate mundi 447
Not analysed yet
γίγνεσθαι), οὐδὲν ἔσται λοιπὸν τὸ κωλύον μὴ εἶναι τὴν ὕλην ἀίδιον ἀλλ' ἀρχὴν ἔχειν γενέσεως. μηδενὸς οὖν ὄντος λόγου τοῦ ἀίδιον εἶναι αὐτὴν κατασκευάζοντος οὐδ' ἂν δι' αὐτὴν ἀίδιος εἶναι πιστεύοιτο ἅμα τῆς τε ὕλης τοῦ κόσμου καὶ τοῦ εἴδους αὐτοῦ συνυποστάντων· ἐκ γὰρ τοῦ λαβεῖν, ὅτι ἀίδιος ἡ ὕλη, συνήγαγεν, ὅτι καὶ ὁ κόσμος ἀίδιος. ιʹ. Πυθέσθαι δὲ πρῶτον αὐτοῦ ἄξιον, πῶς φησιν πᾶν τὸ γινόμενον ὕλης δεῖσθαι, ἵνα γένηται, ἆρ' ὡς ἐκ τῆς ὕλης τοῦ γιγνομένου τὸ εἶναι καὶ τὴν οὐσίαν λαμβάνοντος καὶ οἷον αὐτῆς τῆς ὕλης εἰς τὴν τοῦ γινομένου μεταβαλλούσης οὐσίαν καὶ αὐτὸ γινομένης ἐκεῖνο, ἢ ὡς δεομένου τοῦ γινομένου ὑποκειμένου τινός, ἵν' ἐν ἐκείνῳ τὴν ὕπαρξιν λαμβάνῃ, διὰ τὸ αὐτὸ καθ' αὑτὸ ἄνευ ὑποκειμένου συστῆναι μὴ δύνασθαι, ὥσπερ τὰ γράμματα δεῖται κηροῦ τυχόν, ἵνα ὑποστῇ, οὐ τῆς τοῦ κηροῦ οὐσίας αὐτὰ τὰ γράμματα γινομένης, ἀλλ' ἐν αὐτῷ ὡς ἐν δοχείῳ τινὶ τῶν γραμμάτων τὴν ὕπαρξιν λαμβανόντων, καὶ ὡς τὸ σχῆμα δεῖται χαλκοῦ ἢ ἑτέρας ὕλης, ἵνα γένηται, οὐ τοῦ χαλκοῦ αὐτὸ σχῆμα γινομένου, ἀλλ' ἐν αὐτῷ τοῦ σχήματος ὑφισταμένου. εἰ μὲν οὖν τὸ πρότερόν τις ὑπόθοιτο, ἤδη τοῦτο ἐν τῷ τέλει τοῦ ἐνάτου λόγου πρὸς ἡμῶν ἀπελήλεγκται καὶ πάρεστιν ἐκεῖθεν τὴν τούτων ἀκριβῆ διδασκαλίαν ἐκλέγεσθαι, ὅτι οὐχ ἡ ὑποκειμένη τοῖς εἴδεσιν ὕλη αὐτόχρημα τὰ εἴδη γίνεται ἀλλὰ μόνον ὑποδοχή ἐστιν τῶν εἰδῶν, ὡς καὶ ὁ Πρό-