Ancient Greek · ~6 min
Page 448
Joannes Philoponus Phil., De aeternitate mundi 448
Not analysed yet
κλος ἐν τούτοις παρὰ τοῦ Πλάτωνος εἶπε λαβών· καὶ γὰρ ὁ χαλκὸς μένων ἀμετάβλητος ὑποδοχὴ τῶν σχημάτων γίνεται καὶ ὁ κηρὸς τῶν γραφομένων· καὶ ἐπὶ τῶν φυσικῶν δὲ πάντων τὸ τριχῇ διαστατὸν μένον ἐπὶ τῆς ἰδίας φύσεως καὶ μηδεμίαν μεταβολὴν ὑπομένον, ᾗ τοιοῦτόν ἐστιν, πάντων ἐστὶν τῶν φυσικῶν εἰδῶν δοχεῖον· εἰ γὰρ τὸ ὑποκείμενον εἰς τὴν τοῦ γινομένου μετέβαλλεν οὐσίαν, οὐκέτ' ἂν ἐπὶ τῆς αὑτοῦ φύσεως ἔμενεν τὸ ὑποκείμενον· ἐξ οὗ γάρ τι μεταβάλλει, οὐκέτι ἐστὶν ἐν ἐκείνῳ· ὥστε καὶ τὴν ὕλην, καθὸ ὕλη ἐστίν, μεταβάλλειν συνέβαινεν καὶ οὐκέτ' ἂν ἔμενεν ἡ ὕλη· οὕτω δ' ἂν ἡ εἰς ἄλληλα μεταβολὴ τῶν πραγμάτων ἀνῄρητο μηδενὸς μένοντος ἀμεταβλήτου, ὡς ἀκριβῶς ἐν ἐκείνοις ἐδείξαμεν· ὥστε ἀδύνατον τὴν ὕλην εἰς τὴν τοῦ γινομένου μεταβάλλειν οὐσίαν. εἰ δὲ τὸ δεύτερον ἀναγκαῖον εἶναι φήσουσιν τὸ δεῖσθαι πᾶν τὸ γινόμενον ὑποκειμένου τινὸς καὶ ὕλης τῆς ὑποδεξομένης αὐτοῦ τὴν ὕπαρξιν, ὡς διὰ τοῦτο ἀναγκαῖον φαίνεσθαι καὶ τὴν ὕλην, εἴπερ γένοιτο, δεῖσθαι ἑτέρας ὕλης, οὐχ ὁρῶ, πόθεν τὴν ἀνάγκην τοῦ λόγου κατασκευάζουσιν· εἰ μὲν γὰρ πᾶν τὸ γινόμενον ἄλλου τινὸς ἐδεῖτο τοιούτου, οἷον αὐτό ἐστιν, ἵνα γένηται, ἀκόλουθον ἦν καὶ τὴν ὕλην, εἴπερ γίνοιτο, δεῖσθαι ὕλης ἑτέρας· νῦν δὲ τοῦτο καὶ ψεῦδός ἐστιν καὶ ἀδύνατον· τῶν γὰρ γινομένων πάντων συνθέτων ὄντων ἐξ ὕλης καὶ εἴδους ἀνάγκη πᾶσα ἢ τὸ εἶδος εἶναι τὸ γιγνόμενον ἢ τὴν ὕλην ἢ τὸ ἐξ ἀμφοῖν συγκείμενον. εἰ οὖν πᾶν τὸ γιγνόμενον