Ancient Greek · ~6 min
Page 449
Joannes Philoponus Phil., De aeternitate mundi 449
Not analysed yet
ἑτέρου δεῖται τοιούτου, οἷον αὐτό ἐστιν, ἵνα γένηται, εἴτε τὸ εἶδος εἴη τὸ γιγνόμενον, ἄλλου δεήσεται τοιούτου εἴδους, ἵνα γένηται, καὶ τοῦτο πάλιν, εἰ γίνοιτο, ἑτέρου, εἴτε τὸ σύνθετον, ἄλλου συνθέτου δεήσεται, οἷον αὐτό ἐστιν, ἵνα γένηται, κἀκεῖνο πάλιν, εἰ γίγνοιτο, ἄλλου. ἵνα οὖν γένηται χαλκός, χαλκοῦ δεήσεται καί, ἵνα γένηται λευκόν, λευκοῦ δεήσεται καί, ἵνα βαρύ, βαρέος. τοῦτο δ' ἄτοπόν ἐστιν· ἐπ' ἄπειρον γὰρ ἀνιέναι ἀνάγκη καὶ ταύτῃ καὶ γένεσιν ἀναιρεῖν· ἀδύνατον γὰρ δι' ἀπείρων χωρῆσαι τὴν γένεσιν, ὡς καὶ ἐν τοῖς περὶ γενέσεως Ἀριστοτέλει δέδεικται· καὶ πρὸς τῷ ἀτόπῳ καὶ παρ' αὐτὴν τὴν τῶν πραγμάτων ἐστὶν ἐνάργειαν· τοὐναντίον γὰρ πᾶν τὸ γιγνόμενον ἐξ οὐ τοιοῦδε γίνεται· ἐξ οὐ χαλκοῦ γὰρ ὁ χαλκὸς γίνεται καὶ ἐξ οὐχ ὕδατος ὕδωρ καὶ ἐξ οὐκ ἀνθρώπου ἄνθρωπος (λέγω δὲ κατὰ τὸ ὑλικὸν αἴτιον· περὶ τούτου γὰρ νῦν ἡμῖν ὁ λόγος· εἰ γὰρ καὶ ἄνθρωπος ἄνθρωπον γεννᾷ, ἀλλὰ τὸ μέν ἐστιν ποιοῦν, τὸ δὲ γιγνόμενον· οὐ περὶ τοῦ ποιητικοῦ δὲ νῦν αἰτίου ἡ ζήτησις· ἀνάγκη γὰρ τὸ γιγνόμενον πᾶν ἐκ ποιοῦντος γίγνεσθαι, εἴτε ὅμοιον εἴη τὸ ποιοῦν εἴτε ἀνόμοιον τῷ γιγνομένῳ· καὶ γὰρ εἰ ἐκ σίτου σῖτος γίνεται, ἀλλ' ὡς ἐκ ποιητικοῦ αἰτίου γίνεται· ἐνυπάρχουσιν γὰρ οἱ δημιουργικοὶ τοῦ γιγνομένου λόγοι ἐν τῷ καταβαλλομένῳ σπέρματι, ὡς καὶ ἐν τῷ ἀνθρωπείῳ καὶ τοῖς λοιποῖς, τὴν δὲ ὕλην τό τε ἀρδεῦον ὕδωρ καὶ ἡ παρακειμένη γῆ ὑποτίθησιν, ὡς καὶ ἡ μήτρα τὸ καταμήνιον· διόπερ, εἰ ἐλλείποι τὸ ὕδωρ, οὐ διὰ τὸ