Ancient Greek · ~6 min
Page 450
Joannes Philoponus Phil., De aeternitate mundi 450
Not analysed yet
ποιοῦν ἀλλὰ διὰ τὴν τῆς ὕλης ἔνδειαν ἀτέλεστος ὁ καρπὸς γίνεται). εἰ οὖν πᾶν τὸ γιγνόμενον ἐξ οὐ τοιοῦδε γίνεται κατὰ τὸ ὑλικὸν αἴτιον, οἷον ὁ ἄνθρωπος ἐξ οὐκ ἀνθρώπου καὶ τὸ πῦρ ἐξ οὐ πυρὸς καὶ ὁ ἐπιστήμων ἐξ οὐκ ἐπιστήμονος, εἴτε τὸ σύνθετον εἴη τὸ γινόμενον εἴτε τὸ εἶδος, οὐδὲν ἄρα τῶν γιγνομένων δεῖται ἄλλου τοιούτου, οἷον αὐτό ἐστιν, ἵνα γένηται. οὐδὲ ἡ ὕλη ἄρα ἡ πρώτη καὶ τὸ πρῶτον ὑποκείμενον, εἴπερ γίνοιτο, ἄλλης δεήσεται ὕλης καὶ ὑποκειμένου, ἵνα γένηται· οὐδὲ γὰρ ἐπειδὴ τὰ εἴδη δεῖται ὕλης, ἵνα γένηται εἴδη, διὰ τοῦτο καὶ ἡ ὕλη, εἴπερ γίγνοιτο, ὕλης δεήσεται· τὰ μὲν γὰρ εἴδη ἅτε δὴ καθ' αὑτὰ ὑποστῆναι μὴ δυνάμενα δεῖται τῆς ὑποδεξομένης αὐτὰ ὕλης, ἐν ᾗ λαμβάνει τὴν ὕπαρξιν, ἡ δὲ ὕλη ὑποδοχὴ πάντων οὖσα καὶ τὸ πρῶτον ἁπάντων ὑποκείμενον οὐ δεῖται ἑτέρου τοῦ ὑποδεξομένου πρὸς ὕπαρξιν· οὐδὲ γὰρ τὰ φυσικὰ εἴδη, εἰ καθ' αὑτὰ ὑφίστασθαι ἠδύνατο, ἐδεήθησαν τῆς ὕλης εἰς ὕπαρξιν παραγινόμενα, ἀλλ' ἐγίνετο ἂν χωρὶς ὕλης. ὥστ' οὐδ' ἡ ὕλη, εἰ μὴ οὖσα πρότερον ἀρχὴν τοῦ εἶναι λαμβάνει, ὕλης ἑτέρας καὶ ὑποκειμένου δεήσεται, ἵνα γένηται, αὐτὴ οὖσα τὸ πρώτιστον πάντων ὑποκείμενον καὶ μὴ δεομένη ἑτέρου ὑποκειμένου εἰς ὕπαρξιν· οὐ γὰρ ἐν ὑποκειμένῳ ἡ ὕλη ἀλλ' ὑποκείμενον· ὥσπερ γὰρ τὸ μὲν τοῦ ἀνθρώπου τυχὸν ἢ τὸ τοῦ ἵππου ὁμοίωμα δεῖται χαλκοῦ, ἵνα ὑποστῇ, ὁ μέντοι χαλκὸς οὐ δεῖται χαλκοῦ, ἵνα γένηται χαλκός, οὕτω κατὰ τὸ ἀκόλουθον ἀνάγκη καὶ ἐν τῇ φυσικῇ