Ancient Greek · ~5 min
Page 46
Joannes Philoponus Phil., De aeternitate mundi 46
Not analysed yet
δι' ὀλίγων τὴν ἔννοιαν τοῦ τε δυνάμει καὶ τοῦ ἐνεργείᾳ παραθέσθαι. βʹ. Ἰστέον τοίνυν, ὡς διττὸν εἶναι τὸ δυνάμει καὶ διττὸν τὸ ἐνεργείᾳ ἀκριβῶς τε ὁ Ἀριστοτέλης ἐδίδαξεν καὶ παρὰ πάντων ὁμολογεῖται. λέγεται γὰρ καθ' ἕνα μὲν τρόπον δυνάμει τι εἶναι τὸ φυσικήν τινα ἔχον εἴς τι ἐπιτηδειότητα, ὥς φαμεν τὸ παιδίον δυνάμει γραμματικὸν εἶναι· ἐπιτηδείως γὰρ ἔχει ἡ φύσις καιρῷ τῷ δέοντι τὰ γραμματικὰ θεωρήματα παραδέξασθαι. ἓν μὲν οὖν τοῦτο τῶν ἐπὶ τοῦ δυνάμει σημαινομένων, ὃ καὶ καλεῖται πρῶτον δυνάμει, τὸ κατὰ τὴν ἐπιτηδειότητα. ὅταν δέ τις ἐν ἕξει τῶν γραμματικῶν θεωρημάτων γενόμενος, ἔχῃ μὲν αὐτῶν ἐν τῇ ψυχῇ τὴν ἐπιστήμην, μὴ ἐνεργῇ δὲ κατ' αὐτὰ μηδὲ προχειρίζοιτο τὴν τούτων θεωρίαν, ἢ ἐσθίων τυχὸν ἢ πρὸς ἑτέροις τὴν διάνοιαν ἀσχολούμενος ἢ μὴ βουλόμενος, λέγεται μὲν καὶ ὁ τοιοῦτος δυνάμει γραμματικὸς εἶναι, ἀλλ' οὐχ ὡς ὁ πρότερος· οὐ γὰρ ἐν ἕξει τῶν θεωρημάτων ἐκεῖνος ἐγεγόνει, ἀλλὰ μόνον τῷ πεφυκέναι ἐλέγετο δυνάμει εἶναι γραμματικός. καλεῖται δὲ καὶ τὸ τοιοῦτον σημαινόμενον δεύτερον δυνάμει καὶ τὸ καθ' ἕξιν δυνάμει. αὐτὸ δὲ δὴ τοῦτο τὸ δεύτερόν τε καὶ καθ' ἕξιν δυνάμει καλούμενον καλεῖται καὶ πρῶτον ἐνεργείᾳ· ὡς γὰρ πρὸς τὸ πρῶτον δυνάμει τὸ κατὰ τὴν φυσικὴν ἐπιτηδειότητα, ἣν ὁ ἔχων τῷ πεφυκέναι δέχεσθαι τὰ θεωρήματα δυνάμει γραμματικὸς ἐλέγετο, ἢ