Ancient Greek · ~6 min
Page 451
Joannes Philoponus Phil., De aeternitate mundi 451
Not analysed yet
γενέσει τὰ μὲν ἐν ὑποκειμένῳ τὸ εἶναι ἔχοντα, εἰ γένοιτο, δεῖσθαι ὕλης καὶ ὑποκειμένου, ἵνα γένηται ἐν ἐκείνῳ, ἅτε δὴ καθ' αὑτὰ εἶναι μὴ δυνάμενα, οὐκέτι μέντοι τὸ ὑποκείμενον αὐτὸ καὶ ἡ ὕλη, εἴπερ γίνοιτο, ὑποκειμένου τινὸς καὶ ὕλης δεήσεται· οὕτω γὰρ οὐκέτ' ἂν ἦν ὑποκείμενον καὶ ὕλη ἀλλ' ἐν ὑποκειμένῳ τε καὶ εἶδος. εἰ δ' ὅλως καὶ δεῖταί τινος ἡ ὕλη, ἵνα γένηται, εἴδους πάντως δεήσεται· ὥσπερ γὰρ τὸ ἔνυλον εἶδος ἄνευ ὕλης εἶναι οὐ δύναται, οὕτως οὐδὲ ἡ ὕλη, καθὸ ὕλη ἐστίν, ἄνευ εἴδους εἶναι οὐ δύναται διὰ τὸ πρὸς ἄλληλα εἶναι τὴν ὕλην καὶ τὸ εἶδος, ὡς καὶ ὁ Πρόκλος ἐν τούτοις φησίν· ὥσπερ οὖν τὸ γινόμενον δεξιὸν οὐ δεξιοῦ δεῖται ἀλλ' ἀριστεροῦ, ἵνα γένηται δεξιόν, καὶ τὸ ἀριστερὸν οὐκ ἀριστεροῦ ἀλλὰ δεξιοῦ, ἵνα ἀριστερὸν γένηται, καὶ ἐπὶ πάντων τῶν πρός τι τὸ ἀντικείμενον τοῦ ἀντικειμένου δεῖται, ἵνα ὑποστῇ, οὕτω δήπου καὶ ἡ ὕλη, ἵνα γένηται ὕλη, οὐχ ὕλης ἀλλ' εἴδους δεήσεται· τὰ γὰρ πρός τι ἐν τῇ πρὸς ἄλληλα σχέσει τὸ εἶναι ἔχει. οὔτε οὖν τὴν ὕλην χωρὶς εἰδῶν εἶναι ἐνδέχεται, καθὸ ὕλη ἐστίν (μάτην γὰρ ἔσται), οὔτε τὰ εἴδη χωρὶς τῆς ὕλης (οὐδὲ γὰρ ὑποστῆναι καθ' αὑτὰ δύναται χωρὶς ὕλης)· τὸ ἕτερον οὖν τοῦ ἑτέρου δεήσεται καὶ οὐκ αὐτὸ αὑτοῦ ἢ τοῦ ὁμοίου. ὡς οὖν τὸ λέγειν τὰ εἴδη δεῖσθαι ὕλης, ἵνα γένηται, οὐκ εἰσάγει τὰ ἔνυλα εἴδη ἀίδια (ἀρχὴν γὰρ τοῦ εἶναι καὶ τέλος ἔχοντα ἐναργῶς ὁρᾶται), οὕτως οὐδὲ τὸ δεῖσθαι τῶν εἰδῶν τὴν ὕλην, εἴπερ γίνοιτο, ἀίδιον εἶναι αὐτὴν