Ancient Greek · ~7 min
Page 452
Joannes Philoponus Phil., De aeternitate mundi 452
Not analysed yet
εἰσάγει. οὐδεμία ἄρα πέφηνεν ἀνάγκη, εἴπερ ἡ ὕλη γίνοιτο, δεῖσθαι αὐτὴν ὕλης, ἵνα γένηται, τοὐναντίον δὲ μᾶλλον, εἴπερ ἡ ὕλη γίνοιτο, ἀδύνατον ὕλης αὐτὴν ἑτέρας δεήσεσθαι. καὶ ἄλλως· εἰ, ὡς ἔχει ἡ ἁπλῶς ὕλη καὶ τὸ ἁπλῶς εἶδος, οὕτως ἔχει καὶ ἡ τὶς ὕλη πρὸς τὸ μερικὸν εἶδος, ἡ δὲ ἁπλῶς ὕλη, εἴπερ γίνοιτο, καθὸ ὕλη ἐστίν, ἄλλης δεήσεται, καὶ ἡ τὶς ἄρα ὕλη, εἴπερ γίνεται, καθὸ ὕλη ἐστίν, ὕλης δεήσεται. εἰ οὖν τὸ δεύτερον ψεῦδος δειχθείη καὶ ἀδύνατον (λέγω δὴ τὸ τὴν τινὰ ὕλην, καθὸ γίνεται ὕλη, δεῖσθαι ὕλης), ψεῦδος ἄρα καὶ τὸ τὴν ἁπλῶς ὕλην, εἴπερ γίνοιτο, καθὸ ὕλη ἐστίν, ὕλης δεῖσθαι, ἵνα γένηται ὕλη (λέγω δὲ τινὰ ὕλην τὴν τῆς οἰκίας τυχὸν ἢ τοῦ πλοίου καὶ ἐν τοῖς φυσικοῖς τοῦ Σωκράτους φέρε ἢ τοῦδε τοῦ φυτοῦ). ὅτι μὲν οὖν ἡ τὶς ὕλη γίνεται καὶ οὐκ ἔστιν ἀγένητος ἀλλὰ τότε γίνεται καὶ ἔστιν, ὅτε καὶ τὸ εἶδος ἔστιν, οὗ ἐστιν ὕλη, αὐτὸς ἐν τούτοις σαφῶς φησιν ὁ Πρόκλος· ‘καὶ γὰρ ἡ τὶς ὕλη’, φησίν, ‘τότε ὕλη ἐστίν, ὅταν ᾖ καὶ τὸ εἶδος· διὸ καὶ εὐεργὸν ποιοῦσιν οἱ τεχνῖται μήπω οὖσαν ὕλην καί, καθόσον προκόπτουσιν εἰς τὸ ποιεῖν ὕλην, κατὰ τοσοῦτον παραγίνεται τὸ εἶδος· οὐ γὰρ οἱ λίθοι τοῦ εἴδους τῆς οἰκίας ὕλη, πρὶν ξεσθῶσιν εἰ τύχοι καὶ ἁρμοσθῶσιν, ἀλλ' ὅταν ταῦτα προσλάβωσιν· ὅταν ἄρα ὡς ἀληθῶς ὕλη γένωνται, τότε πάρεστιν ἀχρόνως ἤδη τὸ εἶδος’. εἰ οὖν ἡ τὶς ὕλη μὴ ἀίδιός ἐστιν ἀλλὰ γίνεται ὕλη, ἡ δὲ τὶς ὕλη, καθὸ γίνεται ὕλη, δεῖται ὕλης, ἵνα γένηται ὕλη, καὶ ἡ ταύτης ἄρα ὕλη οὔτε ἀεί ἐστιν, ἀλλ' ὅταν ᾖ κἀκείνη, ἧς ἐστιν ὕλη, καὶ διὰ τοῦτο