Ancient Greek · ~6 min
Page 453
Joannes Philoponus Phil., De aeternitate mundi 453
Not analysed yet
γενητή ἐστιν καί, ἵνα γένηται ὕλη, καὶ αὐτὴ ἄλλης ὕλης τρίτης δεήσεται· καὶ ἐπειδὴ πάλιν αὕτη οὐκ ἔστιν ἀίδιος, ἐπεὶ μηδὲ ἐκείνη, ἧς ἐστιν ὕλη, ἀίδιός ἐστιν, ἀλλὰ γίνεταί ποτε ὕλη, δεήσεται καὶ αὐτὴ τετάρτης ὕλης, ἵνα γένηται ὕλη, καὶ πάλιν ἡ τετάρτη οὐκ ἀεὶ οὖσα ἀλλὰ ποτὲ γινομένη ὕλη ἄλλης δεήσεται πέμπτης κἀκείνη ἄλλης καὶ τοῦτο ἐπ' ἄπειρον. εἰ οὖν τοῦτο ἄτοπον, οὐκ ἄρα ἡ τὶς ὕλη, καθὸ γίνεται ὕλη, δεήσεται ὕλης, ἵνα γένηται ὕλη· εἰ γὰρ τὴν τινὰ ὕλην οἷον τοὺς ἐξεσμένους λίθους, ἵνα γένωνται ὕλη οἰκίας, μὴ ὡς ἓν καὶ ἁπλῶς λάβωμεν ἀλλ' ὡς σύνθετόν τι ἐξ ὑποκειμένου τινὸς λίθου καὶ τῆς τοιᾶσδε ξέσεως, οὐκέτι ὡς γινομένην ὕλην ἐλάβομεν ἀλλ' ὡς εἴδους ἢ συνθέτου γένεσιν, ὡς εἴ τις καθέδραν ἑαυτῷ ποιῆσαι βουλόμενος ὕλῃ χρησάμενος τῷ λίθῳ τούτῳ τὸ τῆς καθέδρας ἐπιθήσει εἶδος· εἰ δὲ ὡς ὕλην οἰκίας τὸν ἐξεσμένον τε καὶ ἡρμοσμένον λίθον θεωρήσωμεν, οὐκέτι τούτου τὸ μὲν ἔσται ὑποκείμενον, τὸ δὲ εἶδος (οὐδεμία γὰρ ὕλη, καθὸ ὕλη ἐστίν, ἐξ ὕλης καὶ εἴδους σύγκειται· οὕτω γὰρ ἐπὶ τὸ ἄπειρον ἥξομεν, ὡς ἔφθημεν δείξαντες), ἀλλ' ὡς ἕν τι καὶ ἁπλοῦν τὸ ὅλον τοῦτο λαμβάνεται, ὁ ἐξεσμένος τε καὶ εὖ ἡρμοσμένος λίθος· ὥστε ὕλην οἰκίας ποιῶν ὁ οἰκοδόμος ὡς ἕν τι καὶ ἁπλοῦν λίθον ἐξεσμένον ποιεῖ· οὐ γὰρ τὸ τοιόνδε τοῦ λίθου σχῆμα αὐτὸ καθ' αὑτὸ οἷον εἰ τύχοι τὸ κυβικὸν τοῦτο ὕλη ἐστὶν οἰκίας, ἀλλ' οὐδὲ ἄνευ τοῦ σχήματος αὐτὴ καθ' αὑτὴν ἡ τοῦ λίθου φύσις ἡ ἀσχημάτιστος, ἀλλὰ τὸ συναμφότερον ὡς ἓν