Ancient Greek · ~6 min
Page 454
Joannes Philoponus Phil., De aeternitate mundi 454
Not analysed yet
ὕλη ἐστὶν οἰκίας. τοῦτο δὲ αὐτὸ καὶ ὁ Πρόκλος ἡμῖν ἐν τοῖς προκειμένοις σαφῶς διωρίσατο εἰπὼν ‘οὐ γὰρ οἱ λίθοι τοῦ εἴδους τῆς οἰκίας ὕλη, πρὶν ξεσθῶσιν <εἰ τύχοι καὶ ἁρμοσθῶσιν>, ἀλλ' ὅταν ταῦτα προσλάβωσιν’. ὥστε οὔτε οἱ λίθοι καθ' αὑτοὺς ἄνευ τοῦ ξεσθῆναι καὶ ἁρμοσθῆναι ὕλη οἰκίας οὔτε πολλῷ μᾶλλον αὐτὸ καθ' αὑτὸ τὸ σχῆμα, ἐπεὶ μηδὲ ὑποστῆναι καθ' αὑτὸ δύναται. εἰ οὖν τὸ συναμφότερον ὡς ἓν ὕλη ἐστὶν οἰκίας, ὡς καὶ ὁ Πρόκλος καλῶς εἴρηκεν, τὸ δὲ συναμφότερον οὐ δεῖταί τινος ὑποκειμένου, ἵνα γένηται, ἡ ἄρα τὶς ὕλη οὐ δεῖται ὕλης, ἵνα γένηται ὕλη· πᾶσα μὲν γὰρ γένεσις, ὥσπερ καὶ ἐν τῷ ἐνάτῳ δέδεικται λόγῳ, εἴδους τινός ἐστιν γένεσις. ἐπειδὴ δέ, ὡς ἐν ἐκείνοις εἴπομεν, τὸ ἄλλου ἀποτέλεσμα ἄλλου γίνεται ὕλη, ὅταν ὡς ὕλην ἑτέρου λάβωμεν τὸ συναμφότερον ἅμα (λέγω δὴ τό τε ὑποκείμενον καὶ τὸ εἶδος), ὡς ἓν καὶ ἁπλοῦν γινόμενον αὐτὸ λαβεῖν ἀνάγκη· οὐδὲ γὰρ ἡ μερικὴ ὕλη οἷον ἡ τῆς οἰκίας καὶ ἡ τοῦδε τοῦ ἀνθρώπου καὶ ἡ τῶν συνθέτων πάντων ἁπλῶς ἐστιν ὕλη καὶ μόνως ὕλη, ἵνα καὶ τῷ ὄντι ἁπλουστάτην καὶ ἀσύνθετον αὐτὴν εἶναι ζητῶμεν, ἀλλὰ πρός τι μὲν ὕλη, πρός τι δὲ οὐχ ὕλη ἀλλὰ σύνθετόν τι χρῆμα ἐξ ὕλης καὶ εἴδους, ὡς ἐν τῷ ἐνάτῳ λόγῳ ἀκριβῶς δέδεικται, ἵνα μὴ πάλιν τοὺς αὐτοὺς ἀνακυκλῶμεν λόγους. εἰ μὲν οὖν ὡς σύνθετόν τι χρῆμα τὴν τινὰ ὕλην θεωρήσει τις, οὐκέτι ὡς ὕλην θεωρήσει ἀλλ' ὡς ἐξ ὕλης τε καὶ εἴδους συγ-