Ancient Greek · ~6 min
Page 455
Joannes Philoponus Phil., De aeternitate mundi 455
Not analysed yet
κείμενον, οἷον τὸν λίθον καὶ τὸ τοιόνδε αὐτοῦ σχῆμα, εἰ δὲ ὡς ὕλην οἰκίας λήψεται, ὡς ἓν καὶ ἁπλοῦν τὸν τοιῶσδε ἐσχηματισμένον λίθον νοεῖν ἀνάγκη· οὐ γὰρ ὁ ἀσχημάτιστος ἀλλ' ὁ ἐσχηματισμένος λίθος ὕλη ἐστὶν τῆς οἰκίας, ὡς καὶ ὁ Πρόκλος εἴρηκεν· ὥσπερ οὖν οὐχ ἁπλῶς εἰσιν ὕλη οἱ ἐσχηματισμένοι λίθοι ἀλλὰ πρός τι ὕλη ὡς πρὸς τὸ ἐκ τῆς συνθέσεως αὐτῶν ἐγγινόμενον τῆς οἰκίας εἶδος, οὕτως καὶ πρός τι ἁπλοῖ εἰσιν, λέγω δὴ πρὸς τὴν οἰκίαν, ἥτις ἐξ αὐτῶν καὶ τοῦ τοιοῦδε σύγκειται σχήματος· ὥστε, εἰ τὸ συναμφότερον, λέγω δὴ οἱ ἐσχηματισμένοι λίθοι, ὡς ἕν τι καὶ ἁπλοῦν ὄντες ὕλη τῆς οἰκίας εἰσίν, τὸ δὲ συναμφότερον οὐ δεῖται ὕλης, ἵνα γένηται, οὐκ ἄρα ἡ τὶς ὕλη δεῖται ὕλης, ἵνα γένηται, καίτοι γενητὴ οὖσα. εἰ οὖν ἡ τὶς ὕλη, εἴπερ ὡς γινομένη ὕλη λαμβάνοιτο, οὐ δεῖται ἑτέρας ὕλης, ὡς δὲ ἡ τὶς ὕλη πρὸς τὸ μερικὸν εἶδος ἔχει, οὕτως καὶ ἡ ἁπλῶς ὕλη πρὸς τὸ ἁπλῶς εἶδος ἔχει, οὐδ' ἡ ἁπλῶς ἄρα ὕλη, εἰ γίνοιτο, καθὸ ὕλη ἐστίν, ἑτέρας ὕλης δεήσεται. δῆλον οὖν καὶ ἐντεῦθεν, ὡς οὐδεμία ἔστιν ἀνάγκη, εἴπερ ἡ ὕλη γένοιτο, ἔκ τινος ὄντος αὐτὴν γίνεσθαι. ὥστε οὐδεὶς ἔσται λόγος ὁ κατασκευάζων, ὅτι δεῖ τὴν ὕλην εἶναι ἀγένητον, τοῦ λόγου τοῦ εἰς ἄτοπον τὸν περὶ τῆς γενέσεως αὐτῆς λόγον ἀπάγειν δοκοῦντος ἀπελεγχθέντος. αιʹ. Ἀλλ' οὐδέν, φησίν, ὁρῶμεν γινόμενον, ὃ μὴ ὕλης δεῖται· οὐκοῦν καὶ ἡ ὕλη, εἰ γίνοιτο, ὕλης δεήσεται. ἀλλὰ πᾶν τὸ νῦν γινόμενον μερικὸν οὐ κατὰ