Ancient Greek · ~6 min
Page 456
Joannes Philoponus Phil., De aeternitate mundi 456
Not analysed yet
τὴν ὑποκειμένην αὐτῷ ὕλην καὶ τὸ πρῶτον τῷ εἴδει αὐτοῦ ὑποκείμενον γίνεται, ἀλλὰ καθὸ εἰδοπεποίηται· καὶ δέδεικταί γε ἐν τῷ ἐνάτῳ τοῦτο πρότερον λόγῳ καὶ ὡς οὐχ ὁμοίως τό τε ὅλον καὶ τὸ μέρος γίνεσθαι ἀνάγκη καὶ ὅτι ἀναγκαίως, ἵνα μένῃ εἷς καὶ ὁ αὐτὸς ὢν κόσμος, ἡ τῶν μερῶν φθορά τε καὶ γένεσις τῇ εἰς ἄλληλα μεταβολῇ γίνεται τῶν μὲν εἰδῶν εἰς τὸ μὴ ὂν φθειρομένων, μένοντος δὲ τοῦ αὐτοῦ ὑποκειμένου καὶ τῆς ὕλης ἐν τοῖς μεταβάλλουσιν, ἵνα καὶ τὸ πᾶν ἓν καὶ ταὐτὸν μένῃ. εἰ οὖν ἡ γένεσις νῦν οὐ τῶν καθόλου οὖσα γένεσις ἀλλὰ τῶν μερικῶν κατὰ τὰ εἴδη γίνεται καὶ οὐ κατὰ τὴν ὕλην, εἴπερ νῦν οὔτε γινομένην τὴν ὕλην οὔτε φθειρομένην ὁρῶμεν, εἰκότως ἄρα πᾶν τὸ γινόμενον ὕλης δεῖται ἅτε δὴ τῶν εἰδῶν καθ' αὑτὰ ὑποστῆναι μὴ δυναμένων, οὐκέτι μέντοι, εἰ καὶ ἡ ὕλη γέγονεν, ὕλης ἐδεήθη, εἴπερ καὶ τὰ εἴδη· οὐδὲ γὰρ τὴν αὐτὴν εἶναι γένεσιν ὑπονοεῖν εὔλογον τῶν τε εἰδῶν καὶ τῆς ὕλης· τὸ μὲν γὰρ ἐν ὑποκειμένῳ τὸ εἶναι ἔχον ὕλης δεήσεται τῆς ὑποδεχομένης αὐτό, ἵνα γενόμενον ὑποστῇ, αὐτὸ μέντοι τὸ ὑποκείμενον, εἰ γίνοιτο, οὐκέτι ἄλλου ὑποκειμένου δεήσεται· οὐ γὰρ ἂν ἦν ἔτι ὑποκείμενον ἀλλ' ἐν ὑποκειμένῳ. μὴ οὖν ἐν τοῖς οὐχ ὁμοίοις μᾶλλον δὲ ἀντικειμένοις ὁμοίαν τὴν γένεσιν ἀπαιτείτωσαν· εἰ γὰρ τῶν πρός τι ἡ ὕλη καὶ τὸ εἶδος, εἴ γε ἡ μὲν ἕνεκά τού ἐστιν, τὸ δὲ οὗ ἕνεκα, τὰ δὲ πρός τι τῶν ἀντικειμένων ἐστίν, καὶ τὰς γενέσεις ἄρα τού-