Ancient Greek · ~5 min
Page 457
Joannes Philoponus Phil., De aeternitate mundi 457
Not analysed yet
των ἀντικεῖσθαι ἀνάγκη· ἐπεὶ καὶ ἡ τοῦ ψυχροῦ γένεσις τῇ τοῦ θερμοῦ ἀντίκειται, εἴπερ ἡ μὲν πυκνώσει ἡ δὲ μανώσει γίνεται, καὶ ἡ τοῦ ἄνω τῇ τοῦ κάτω· ἡ μὲν γὰρ ἀνάβασίς ἐστιν ἡ δὲ κατάβασις· καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. εἰ οὖν τῷ ἀντικειμένῳ τὸ ἀντικείμενον ὑπάρχειν ἀνάγκη, ὡς ἐν τοῖς τόποις δέδεικται, ὑπάρχει δὲ τῇ τοῦ εἴδους γενέσει τὸ δεῖσθαι ὕλης, ἵνα γένηται, τὸ ἄρα ἀντικείμενον τούτῳ τῇ γενέσει τῆς ὕλης ὑπάρξει, τοῦτο δέ ἐστιν τὸ μὴ δεῖσθαι, ἵνα ἡ ὕλη γένηται. βιʹ. Τί οὖν; οὐκ ἐλέγομεν καὶ ἡμεῖς μικρῷ πρόσθεν, ὡς δεῖ τὴν ὕλην τὴν αὐτὴν καὶ ἀμετάβλητον ὑπομένειν, εἴτε τὸ τριχῇ διαστατὸν εἴη ἡ πρώτη ὕλη εἴτε ἄλλη τις παρὰ τοῦτο ἀνείδεος; τὸ δὲ πάντῃ ἀμετάβλητον καὶ φθορᾶς δήπου καὶ γενέσεως ἐξῃρῆσθαι ἀνάγκη. ἀλλ' οὐ καθάπαξ τὸ ἀμετάβλητον αὐτῇ προσεῖναι συνεχωρήσαμεν (οὐδένα γὰρ λόγον ὁρῶμεν τοῦτο κατασκευάζοντα), ἀλλ' ἐν τῇ τῶν μερικῶν εἰς ἄλληλα μεταβολῇ ἀνάγκην εἶναι ἔφαμεν τὴν κοινὴν ὕλην τῶν εἰς ἄλληλα μεταβαλλόντων ἐν τῇ ἐκείνων μεταβολῇ ἀμετάβλητον ὑπομένειν· ἀλλ' οὐ δήπου διὰ τοῦτο καὶ καθάπαξ αὐτὴν ἀμετάβλητον εἶναι ἀνάγκη· καὶ γὰρ τῶν ἐκ χαλκοῦ ἢ χρυσοῦ δημιουργημάτων εἰς ἄλληλα μεταβαλλόντων ὁ ὑποκείμενος τούτοις χαλκὸς ἢ χρυσὸς ἐν τῇ ἐκείνων μεταβολῇ ἀμετάβλητος ὑπομένει οὐδὲν κατὰ τὸν τῆς ἰδίας οὐσίας πάσχων λόγον, ἀλλ' ὅμως οὔτε ἀγένητος διὰ