Ancient Greek · ~5 min
Page 47
Joannes Philoponus Phil., De aeternitate mundi 47
Not analysed yet
ὁ ἤδη ἐν ἕξει τῶν θεωρημάτων γενόμενος εἴη ἂν ἐνεργείᾳ γραμματικὸς ἤδη κατ' ἐνέργειαν τὴν ἕξιν κτησάμενος. ἀλλ' ἐπειδὴ ἔστιν τις καὶ ἑτέρα ἐνέργεια, καθ' ἣν ἤδη προχειρίζεται ὁ γραμματικὸς τὰ θεωρήματα ἢ ἑτέρῳ παραδιδοὺς ἢ καθ' ἑαυτὸν γυμναζόμενος, ὡς πρὸς ταύτην ἤδη τὴν ἐνέργειαν λέγεται, ὅπερ εἶπον, ὁ κατὰ τὴν ἕξιν μόνον ἔχων τὰ θεωρήματα δυνάμει εἶναι γραμματικός, δυνάμει δὲ κατὰ τὸ δεύτερον. ὁ αὐτὸς οὖν οὕτως ὁ τὴν ἕξιν μόνην τὴν τῶν γραμματικῶν θεωρημάτων ἔχων μὴ ἐνεργῶν δὲ κατὰ αὐτὴν καὶ δυνάμει γραμματικὸς καλεῖται καὶ ἐνεργείᾳ, ἀλλὰ δυνάμει μὲν ὡς πρὸς τὴν δευτέραν ἐνέργειαν, καθ' ἣν διδάσκων προχειρίζεται τὰ θεωρήματα, ἐνεργείᾳ δὲ ὡς πρὸς τὴν πρώτην ἐπιτηδειότητα, καθ' ἣν οὔπω μὲν τὴν ἕξιν τῶν θεωρημάτων εἶχεν, ὡς δυνάμενος δὲ ταύτην ποτὲ κτήσασθαι δυνάμει γραμματικὸς εἶναι ἐλέγετο. γʹ. Τούτων οὕτως ἐχόντων καὶ διττοῦ ὄντος τοῦ δυνάμει, διττοῦ δὲ καὶ τοῦ ἐνεργείᾳ, καὶ τοῦ δευτέρου δυνάμει εἰς ταὐτὸ συντρέχοντος τῷ πρώτῳ ἐνεργείᾳ, τὸ μὲν πρότερον τῶν ἀξιωμάτων τὸ λέγον ‘ὅταν τὸ αἴτιον ᾖ κατ' ἐνέργειαν, καὶ τὸ αἰτιατὸν ὡσαύτως κατ' ἐνέργειαν ἔσται’ ἐπὶ μόνου τοῦ δευτέρου ἐνεργείᾳ ἐστὶν ἀληθές, οὐκ ἐπὶ τοῦ προτέρου, ὅπερ καὶ δεύτερον <δυνάμει> καλεῖται· ὅταν γὰρ ὁ διδάσκαλος ἤδη διδάσκῃ, ἀνάγκη εἶναι καὶ τὸν διδασκόμενον, καὶ εἰ ἤδη ὁ οἰκοδόμος οἰκοδομεῖ, ἀνάγκη καὶ τὸ οἰκοδομούμενον εἶ-