Ancient Greek · ~6 min
Page 463
Joannes Philoponus Phil., De aeternitate mundi 463
Not analysed yet
σαρκὸς ὄγκον τὴν ἑκάστου τῶν στοιχείων ἰδέαν ἐν ἑαυτῷ καταδέξασθαι, ἐνδέχεται ἄρα τὸ πρότερον τῷ τῆς γῆς εἴδει ὑποκείμενον τῆς σαρκὸς μόριον (λέγω δὴ αὐτὸ τὸ τριχῇ διαστατὸν καὶ σῶμα) φθαρείσης τῆς σαρκὸς τὸ τοῦ ὕδατος ἢ ἄλλου τινὸς τῶν στοιχείων ἐν ἑαυτῷ καταδέξασθαι εἶδος· ὥστε καὶ τὴν γῆν εἰς τὰ λοιπὰ τῶν στοιχείων μεταβάλλειν ἀνάγκη· τοῦτο γάρ ἐστιν ἡ εἰς ἄλληλα τῶν στοιχείων μεταβολὴ τὸ τὸ αὐτὸ ὑποκείμενον ἄλλοτε ἄλλου στοιχείου δέχεσθαι εἶδος, ὡς πρότερον δέδεικται. καὶ τί με δεῖ μακρότερον τοῦ καὶ τὴν γῆν εἰς τὰ λοιπὰ στοιχεῖα μεταβάλλειν ἀποτείνειν λόγον τούτου σαφῶς καὶ παρὰ τῶν μετὰ Πλάτωνα πάντων φυσικῶν ἀποδεδειγμένου; οὗ δὲ χάριν τούτων νῦν τῶν λόγων ἐμνήσθημεν, ἐκεῖνό ἐστιν· ὅτι, εἰ δέδεικται, ὡς τὸ τὴν γῆν λέγειν ἀμετάβλητον εἶναι μάχεται τῷ ἐκ τῶν τεσσάρων στοιχείων συγκεῖσθαι λέγειν τὰ σύνθετα σώματα, τί κωλύει καὶ ἄλλον τὴν περὶ τοὺς λόγους αὐτῶν ἀγνωμοσύνην μιμούμενον συνάγειν ἐντεῦθεν, ὡς, εἰ τὴν γῆν ἀμετάβλητον εἶναί φησιν ὁ Πλάτων, οὐκ ἄρα ἐκ τῶν τεσσάρων εἶναι στοιχείων τὰ σύνθετα βούλεται σώματα, κἂν τοῦτο δοκῇ λέγειν διὰ τῆς λέξεως; ἀλλ' οἶμαι τὸ τοιοῦτο τῶν λόγων εἶδος ἢ παντελῶς ἐστιν φιλονείκων ἢ φιλούντων μᾶλλον τῆς ἀληθείας τὸν Πλάτωνα· τί γὰρ κωλύει καὶ ἕκαστον ταύτῃ τῇ μεθόδῳ χρώμενον, ὅπερ καὶ πρότερον εἴπομεν, συλλογίζεσθαι, ὡς οὐδεὶς οὐδεπώποτε οὔτε τῶν παλαιῶν οὔτε τῶν νῦν ψευδῆ περὶ τῶν πραγμάτων ἔσχεν ὑπό-