Ancient Greek · ~5 min
Page 464
Joannes Philoponus Phil., De aeternitate mundi 464
Not analysed yet
ληψιν; εἴποι γὰρ ἄν τις τῶν Πρωταγόρᾳ φίλων, ὡς, εἰ τῇ ὑποθέσει τῇ λεγούσῃ μηδὲν τῶν πραγμάτων φύσιν ἔχειν ὡρισμένην τάδε καὶ τάδε τὰ ἄτοπα ἕπεται, οὐκ ἂν τοῦτο Πρωταγόρας ὑπέθετο, εἰ καὶ τῇ λέξει τοῦτο ὑποτιθέμενος φαίνεται. ὥσπερ οὖν ἐν τούτοις τὸ ἐκ τῶν τεσσάρων στοιχείων συγκεῖσθαι τὰ σύνθετα δεξάμενοι τὸ ἀμετάβλητον εἶναι τὴν γῆν ψευδὲς εἶναι φιλαλήθως ὁμολογοῦμεν οὐδὲν τὴν Πλάτωνος αἰδεσθέντες ὑπόληψιν, οὕτω δηλονότι καί, εἰ τὴν ὕλην ἀίδιον εἶναι ἔλεγεν, ἐπειδὴ καὶ τὸν κόσμον διαρρήδην γεγονέναι τε καὶ ἀρχὴν τοῦ εἶναι ἔχειν ὑπέθετο, τὸ φαινόμενον ἀληθὲς δεξάμενοι κατὰ θάτερον ἡμαρτηκέναι τὸν φιλόσοφον ὁμολογοῦμεν, οὐκ ἐχθροὶ Πλάτωνος, φίλοι δὲ δι' αὐτὸ τοῦτο μᾶλλον γινόμενοι σαφῶς διαταξαμένου καὶ κελεύσαντος Σωκράτους μὲν ὀλίγον τῆς δὲ ἀληθείας πολὺ μᾶλλον φροντίδα τίθεσθαι. ὁ αὐτὸς δὲ οὗτος ἡμῖν καὶ ἐν τοῖς ἑξῆς κἂν φυλαττέσθω, ἵνα μὴ τὰ αὐτὰ λέγειν πολλάκις ἀναγκαζώμεθα. ειʹ. Νῦν δέ, ὅπερ προλαβὼν εἴρηκα, οὐδὲ φαίνεται ὁ ἀνὴρ οὐδαμοῦ τῶν ἰδίων λόγων ἄναρχον εἶναι τὴν ὕλην ἢ ἀίδιον ἀποφηνάμενος. εἰ τοίνυν ὑποστῆναι μὲν ἐκ θεοῦ καὶ τὴν ὕλην σαφῶς ὁ Πλάτων βούλεται, γεγονέναι δὲ καὶ τὸν κόσμον καὶ ἀρχὴν ἔχειν τοῦ εἶναι διαρρήδην εἴρηκεν οὐδαμοῦ τὴν ὕλην ἄναρχον εἶναι ἢ ἀίδιον ἀποφηνάμενος, τῶν πρός τι δὲ ἡ ὕλη καὶ ἡ γένεσις καὶ ἅμα ἢ εἰσὶν ἢ οὔκ εἰσιν, τί μᾶλλον ἦν εὐλογώτερόν τε καὶ ἀναγκαῖον ὡς Πλά-