Ancient Greek
Page 465
Joannes Philoponus Phil., De aeternitate mundi 465
Not analysed yet
τωνι δοκοῦν συλλογίζεσθαι, πότερον ἐκ τοῦ λαβεῖν, ὅτι ἀίδιος ἡ ὕλη, οὐδαμοῦ τοῦτο ὑποθεμένου τοῦ Πλάτωνος, τὰ ἐναντιώτατα ταῖς ἐκείνου συνάγειν ἀποφάνσεσιν, ὡς οὐδὲ ὁ κόσμος κατ' αὐτὸν ἀρχὴν τοῦ εἶναι εἴληφεν, ἐκείνου λαμπρᾷ τῇ φωνῇ μὴ εἶναι ἀεὶ τὸν κόσμον ἀλλ' ἀρχὴν ἔχειν τοῦ εἶναι καὶ πρὶν γενέσθαι μὴ εἶναι εἰπόντος τε καὶ ἀποδείξαντος, ὡς ἐν τῷ ἕκτῳ μεμαθήκαμεν λόγῳ, ἢ ἐκ τοῦ τὴν τοῦ κόσμου γένεσιν ἀρχὴν ἔχειν κατὰ Πλάτωνα τὸ καὶ τὴν ὕλην μὴ εἶναι κατ' αὐτὸν ἀίδιον ἀλλ' ἀρχὴν ἔχειν τοῦ εἶναι συλλογίζεσθαι, κἂν μὴ διαρρήδην τοῦτο λέγων φαίνηται; ἐγὼ μὲν οὖν οἶμαι, ὡς παντὶ τῷ πρὸς ἀλήθειαν βλέποντι καὶ τὸ ἐν τοῖς λόγοις ἀκόλουθόν τε καὶ μαχόμενον δυναμένῳ κρίνειν τὸ δεύτερον ἀληθές τε καὶ ἀναγκαῖον φανεῖται. οὐκοῦν, εἰ ἀρχὴν τῇ τοῦ κόσμου γενέσει δίδωσιν ὁ Πλάτων, καὶ τὴν ὕλην ἄρξασθαι τοῦ εἶναι καὶ οὐκ ἀγένητον αὐτὴν οὐδὲ ἀίδιον ᾤετο, ὁπότε καί, εἰ ἀίδιον εἶναι τὴν ὕλην ἔλεγεν, ἵνα τις καὶ τοῦτο συγχωρήσοι, οὐδ' οὕτως τὸ καὶ τὸν κόσμον εἶναι ἀίδιον κατ' αὐτὸν συνήγετο, ὡς ἀρτίως ἐδείξαμεν. Τέλος λύσεως τοῦ ιαʹ λόγου.