Ancient Greek · ~5 min
Page 477
Joannes Philoponus Phil., De aeternitate mundi 477
Not analysed yet
γινομένῳ, δι' ὃ γίνεται), οὐκ ἄρα ἢ διὰ τὴν ὕλην μόνην ἀνεπιτήδειον οὖσαν ἢ διὰ τὸ ποιοῦν μόνον ἐλλεῖπον εἰς τὸ ποιεῖν τὰ γινόμενα οὐ γίνεται ἢ δι' ἄμφω ἀλλὰ καὶ διὰ τὸ τῷ γινομένῳ ἀγαθόν, εἰ μὴ ἀγαθὸν ἦν αὐτῷ τὸ νῦν ἀλλ' αὖθις γενέσθαι· ἀγαθὸν δὲ τὸ κατὰ φύσιν ἑκάστῳ. οὐδὲν ἄρα ἀναγκαῖον ἔχει τὸ προκείμενον τοῦ φιλοσόφου ἐπιχείρημα αὐτὸ καθ' αὑτὸ γυμναζόμενον, εἰ μή τις ἐκ τοῦ πρός τι εἶναι τὴν ὕλην καὶ ἀίδιον εἶναι τὸ καὶ τὴν γένεσιν ἀίδιον εἶναι συνάγοι· τοῦτο δ' ἡμῖν ἐν τῷ πρὸ τούτου αὐτάρκως ἐξήτασται. Τέλος λύσεως τοῦ ιβʹ λόγου. Πρόκλου διαδόχου λόγος τρισκαιδέκατος. "Τρισκαιδέκατος· τὴν κίνησιν ἀπονεῖμαί φησιν τῷ κόσμῳ τὸν θεὸν τὴν οἰκείαν τοῦ σώματος σφαιροειδοῦς ὄντος τὴν κύκλῳ περὶ νοῦν καὶ φρόνησιν μάλιστα οὖσαν. εἰ οὖν τῷ κόσμῳ ταύτην οἰκείαν εἶναι συγχωρεῖ τὴν κίνησιν, συγχωρήσει ἂν καὶ αὐτὸς φύσει κυκλοφορητικὸν εἶναι τὸν οὐρανόν. εἰ δὲ ταύτην ἔχει κατὰ φύσιν κίνησιν, οὔτ' ἂν τὴν ἐπὶ τὸ ἄνω κίνησιν οὔτε τὴν ἐπὶ τὸ κάτω φαῖμεν αὐτῷ προσήκειν· αὗται δὲ τῶν τῇδε στοιχείων εἰσὶν αἱ κινήσεις· τὸν ἄρα οὐρανὸν ἐξῃρῆσθαι τῶν εὐθυπορουμένων ἀνάγκη σω-