Ancient Greek · ~5 min
Page 478
Joannes Philoponus Phil., De aeternitate mundi 478
Not analysed yet
μάτων. οὔτ' ἄρα πῦρ ἐστιν οὔτε γῆ οὔτε τι τῶν μέσων ἐν τούτοις σωμάτων οὔτε κοῦφον οὔτε βαρὺ τὸ οὐράνιον σῶμα, εἰ βαρὺ μέν ἐστιν τὸ κάτω φερόμενον, τὸ δὲ ἄνω κοῦφον. εἰ δὲ μηδέν ἐστιν τῶνδε τῶν στοιχείων, ἄλλο τι ἂν εἴη παρὰ ταῦτα τὸ κύκλῳ κατὰ φύσιν κινούμενον. εἰ οὖν αἱ γενέσεις καὶ φθοραὶ τῶν ἐναντίων ἀλλήλοις εἰσίν, ἐναντία δὲ τὰ ἐναντίας ἔχοντα κατὰ φύσιν κινήσεις καὶ ἓν ἑνὶ ἐναντίον (καὶ γὰρ τοῦτο Πλατωνικὸν ἐν Πρωταγόρᾳ ῥηθέν), ταῦτα μὲν ἂν φθείροιτο καὶ γίνοιτο, τὸ δὲ οὐράνιον ἀγένητον ἂν εἴη καὶ ἄφθαρτον. εἰ δὲ καὶ ταῦτα τοῖς μὲν μέρεσιν γίγνεται καὶ φθείρεται, τὰ δὲ ὅλα ἀεὶ κατὰ φύσιν ἔχει μένοντα ἐν τοῖς ἑαυτῶν τόποις, ἐκ δὲ τούτων ὁ κόσμος ἔκ τε οὐρανοῦ καὶ τῶν τεττάρων ὅλου ἑκάστου, εἴη ἂν καὶ αὐτὸς ἀγένητος καὶ ἄφθαρτος (τὰ γοῦν ὁπωσοῦν γινόμενα καὶ φθειρόμενα ἀποτελέσματά ἐστιν τοῦ κόσμου καὶ οὐ μέρη τῶν ἐν αὐτῷ θεῶν δανειζομένων ἐκ τοῦ κόσμου μόρια ὡς ἀποδοθησόμενα πάλιν, ᾗ φησιν ἐκεῖνος) καὶ τὰ γένη τῶν ποιούντων· φαντάζεται δ' εἶναι καὶ ταῦτα μέρη τοῦ παντὸς ἐν αὐτῷ περιεχόμενα καίτοι καὶ τῶν ἄλλων πάντων αἰτιατῶν ἐν τοῖς οἰκείοις αἰτίοις περιεχομένων καὶ συνεχομένων ὑπ' αὐτῶν. εἰ οὖν ὁ κόσμος ἐκ τῶν ἀγενήτων ἐστὶν καὶ ἀφθάρτων, καὶ αὐτὸς πολλῷ μᾶλλον ἀγένητος καὶ ἄφθαρτος· εἴη γὰρ ἂν τῶν μερῶν χεῖρον τὸ ὅλον,