Ancient Greek
Page 479
Joannes Philoponus Phil., De aeternitate mundi 479
Not analysed yet
εἰ αὐτὸ μὲν ἔχει γένεσιν καὶ φθοράν, τὰ δὲ μέρη τοὐναντίον ἀγένητα εἴη καὶ ἄφθαρτα. καίτοι γε ὅτι τὸ ὅλον τῶν μερῶν κρεῖττον, αὐτός ἐστιν ὁ λέγων· οὐ γὰρ τὸ ὅλον ἕνεκα εἶναι τῶν μερῶν ἀλλὰ τὰ μέρη τοῦ ὅλου· τὸ δὲ οὗ ἕνεκα τῶν ἕνεκά του κρεῖττον· τὰ δὲ στοιχεῖα μέρη τοῦ ἐξ αὐτῶν· ὥστε τὸ ἐκ τῶν στοιχείων τῶν ἑαυτοῦ στοιχείων κρεῖσσον. εἰ οὖν ὁ οὐρανὸς ἐκ στοιχείων ἐστὶν ἀγενήτων καὶ ἀφθάρτων, καὶ αὐτὸς ἀγένητός ἐστιν καὶ ἄφθαρτος, καὶ δέδεικται καὶ τοῦτο ἀπὸ τῶν Πλατωνικῶν ἀρχῶν." Κεφάλαια τῆς λύσεως τοῦ τρισκαιδεκάτου λόγου. αʹ. Ὡς ἐν προοιμίῳ, ὅτι καὶ ἑαυτῷ ὁ Πρόκλος καὶ Πλάτωνι ἀντιφθέγγεται ἑτέρας οὐσίας εἶναι παρὰ τὰ τέσσαρα στοιχεῖα τὸν οὐρανὸν οἴεσθαι λέγων τὸν Πλάτωνα. βʹ. Ὅτι ὡς ζῷον τὴν κύκλῳ κίνησιν κινεῖσθαι τὸν οὐρανὸν ὁ Πλάτων βούλεται οὐχ ὑπὸ φύσεως ἀλλ' ὑπὸ ψυχῆς αὐτῷ ταύτης τῆς κινήσεως γινομένης. καὶ ὅτι ἐπὶ πάντων τῶν ζῴων ἡ ὑπὸ ψυχῆς αὐτοῖς ὡς ζῴοις ἐνδιδομένη κίνησις οὐ κατὰ φύσιν. καὶ ὅτι οὔτε ἡ τοῦ σχήματος τῶν ζῴων διαφορότης οὔτε ἡ τῆς κινήσεως ἐκ διαφόρων καὶ οὐκ ἐκ τῶν αὐτῶν στοιχείων συγκεῖσθαι τὰ σώματα αὐτῶν λέγειν ἡμᾶς ἀναγκάζει. γʹ. Ὅτι ἐξ αὐτῶν, ὧν συμφώνως τῇ φύσει τῶν πραγμάτων συνεχώρησεν ὁ Πρόκλος, οὐδεμία ἀνάγκη τὸν οὐρανὸν ἐπ' εὐθείας κινεῖσθαι, κἂν ἐκ πυρὸς εἴη πλείστου κατὰ Πλάτωνα, ἀλλ' εἴτε ὑπὸ ψυχῆς κύκλῳ