Ancient Greek · ~5 min
Page 480
Joannes Philoponus Phil., De aeternitate mundi 480
Not analysed yet
τις αὐτὸν κινεῖσθαι λέγοι εἴτε ὡς σῶμα ἄψυχον ὑπὸ φύσεως, κατὰ λόγον κύκλῳ κινεῖται ἐκ τῆς τῶν στοιχείων ὑπάρχων φύσεως. δʹ. Ὅτι καὶ ἑαυτῷ ὁ Πρόκλος μάχεται καὶ διὰ τὸ κύκλῳ κινεῖσθαι ἑτέρας οὐσίας λέγων εἶναι τὸν οὐρανόν. εʹ. Ὅτι ἀδύνατον ἐπ' εὐθείας κινεῖσθαι τὸν οὐρανόν, κἂν ἐκ πυρὸς εἴη πλείστου κατὰ Πλάτωνα. ϛʹ. Ὅτι οὐδεμία ἀνάγκη δι' αὐτὸ μόνον τὸ κύκλῳ φέρεσθαι ἕτερον εἶναι τῆς τῶν στοιχείων φύσεως τὸ οὐράνιον σῶμα. ζʹ. Ὅτι ἔκ τε τῶν Πλάτωνος ἀρχῶν καὶ ἐξ ὧν ὁ Πρόκλος δέδωκεν γενητὸν εἶναι καὶ φθαρτὸν φύσει τὸ οὐράνιον ἀνάγκη σῶμα. ηʹ. Ὅτι ψεῦδος τὸ μὴ εἶναι τοῦ κόσμου μέρη τὰ γινόμενα καὶ φθειρόμενα. ἐν ᾧ, ὅτι τὸ τοῦ μέρους μέρος ἀνάγκη καὶ τοῦ ὅλου μέρος εἶναι. θʹ. Ὅτι εἰς ἀντίφασιν ὁ Πρόκλος πανταχόθεν περιπίπτει τὰ ὁπωσοῦν γινόμενα καὶ φθειρόμενα μὴ εἶναι λέγων τοῦ κόσμου μέρη ἀλλ' ἀποτελέσματα. ἐν ᾧ, ὅτι καὶ Πλάτων τὰ τῶν στοιχείων μέρη γενητὰ ὄντα καὶ φθαρτὰ καὶ τοῦ ὅλου κόσμου μόρια εἶναί φησιν. ιʹ. Ὅτι, οὗ τὰ μέρη γενητά ἐστιν καὶ φθαρτά, καὶ τὸ ὅλον γενητὸν εἶναι καὶ φθαρτὸν ἀνάγκη καὶ διὰ τοῦτο καὶ τὰς τῶν στοιχείων ὁλότητας καὶ τὸν ὅλον κόσμον γενητὸν εἶναι καὶ φθαρτὸν ἀνάγκη. αιʹ. Ὡς ἐν ἐπαναλήψει πάλιν, ὅτι ψεῦδος τὸ τὰ