Ancient Greek · ~4 min
Page 481
Joannes Philoponus Phil., De aeternitate mundi 481
Not analysed yet
ὁπωσοῦν γινόμενα καὶ φθειρόμενα μὴ εἶναι τοῦ κόσμου μέρη καὶ ὅτι τὰ τῶν στοιχείων μέρη καὶ τοῦ ὅλου κόσμου ἐστὶν μέρη. βιʹ. Ὅτι καὶ τὰ ζῷα καὶ τὰ φυτὰ καὶ τὰ λοιπὰ σύνθετα σώματα μέρη ἐστὶν τοῦ παντὸς κόσμου καὶ κατὰ τὸν λόγον καὶ κατὰ τὸν Πλάτωνα. γιʹ. Πλάτωνος ἐκ Τιμαίου, ὅτι ὁ μὲν σύμπας κόσμος ἐκ τεσσάρων καὶ μόνον συνέστηκεν σωμάτων, ὁ δὲ οὐρανὸς ἐκ πυρὸς καὶ μάλιστα. διʹ. Ὅτι οὐκ ἀναγκαία ἡ ἐν τῷ πρώτῳ τῶν μετεώρων ἐπιχείρησις Ἀριστοτέλους, δι' ἧς ὡς οὐκ ἔστιν πύρια τὰ οὐράνια κατασκευάζειν δοκεῖ. ειʹ. Χρήσεις Ταύρου τοῦ Πλατωνικοῦ, Πορφυρίου, Πρόκλου, Πλωτίνου, ὅτι ἐκ τῶν τεσσάρων καὶ μόνον στοιχείων συνεστάναι τὸν κόσμον βούλεται Πλάτων ἀγνοῶν τὸ παρὰ Ἀριστοτέλει πέμπτον καλούμενον σῶμα, ἐξ οὗ φησιν εἶναι τὸν οὐρανὸν ἐκεῖνος. ϛιʹ. Ὅτι ταῖς αὐταῖς ποιότησι (θερμότητί φημι καὶ ψύξει καὶ ταῖς λοιπαῖς), αἷς παρ' ἡμῖν τὰ στοιχεῖα εἰδοποιεῖται, καὶ τὸν οὐρανὸν πεποιῶσθαί φησιν ὁ Πλάτων. ζιʹ. Ὅτι οὐδὲ ἐνδέχεσθαί φησιν ὁ Πλάτων ἕτερον εἶναι σῶμα ἁπλοῦν παρὰ τὰ τέσσαρα στοιχεῖα. ηιʹ. Τίσι λόγοις ὁ Πλάτων πέντε στερεῶν καὶ