Ancient Greek · ~5 min
Page 482
Joannes Philoponus Phil., De aeternitate mundi 482
Not analysed yet
ἁπλῶν σωμάτων ὄντων, κύβου πυραμίδος ὀκταέδρου καὶ δωδεκαέδρου καὶ εἰκοσαέδρου, τὰ μὲν τέσσαρα τοῖς τέτρασιν στοιχείοις ἀπένειμεν, τὸ δωδεκάεδρον δὲ τῷ παντὶ κόσμῳ. καὶ ὅτι οὐδὲ ἐκ τούτου τὴν πέμπτην εἰδὼς οὐσίαν φαίνεται. Λύσις τοῦ τρισκαιδεκάτου λόγου. αʹ. Οὐκ ἔστιν μέτρον ἀναιδείας οὐδέν, ὃ οὐκ ἂν ἡ τῶν ἀνθρώπων παραδράμοι φύσις, εἰ Πλάτωνος ἐναργῶς οὑτωσὶ βοῶντος ἐκ πυρὸς καὶ γῆς ὕδατός τε καὶ ἀέρος τὸν πάντα συνεστάναι κόσμον, οὐχ ἥκιστα δὲ καὶ τὸν οὐρανὸν καὶ τὰ κατ' οὐρανὸν ἅπαντα ἐκ τῶν αὐτῶν μὲν τούτων συγκεῖσθαι σωμάτων, πλείονος δὲ μοίρας μετέχειν πυρός, γεγόνασί τινες ἄνθρωποι τὸ σεμνὸν τῆς φιλοσοφίας ἐπαγγελλόμενοι πρόσχημα καὶ τῶν Πλάτωνος ὑφηγηταὶ δογμάτων εἶναι βουλόμενοι εἰς τοσαύτην ὑπερβολὴν ἀγνωμοσύνης ἐλάσαντες, οὓς ἥκιστα ἐχρῆν, ὡς τολμῆσαι εἰπεῖν (οὐ γὰρ φρονεῖν γε, ὡς ἐμοὶ φαίνεται), ὡς ἑτέρας σώματος οὐσίας παρὰ τὰ τέσσαρα τὸν οὐρανὸν εἶναι ὁ Πλάτων ἠβούλετο μήτε γῆν ὄντα μήτε πῦρ μήτε τι τῶν μεταξὺ ἀλλὰ μήτε σύνθετον ἐκ τούτων. καίτοι γε αὐτὸς οὗτος ἡμῖν ὁ τοῦ Πλάτωνος ἐξηγητής, ἐν οἷς πρὸς τὸν Ἀριστοτέλην κατὰ τῶν πρὸς τὸν Πλάτωνος Τίμαιον εἰρημένων ἐκείνῳ ἀντεξανίστατο, Ἀριστοτέλους ἐγκαλοῦντος Πλάτωνι ἐκ τῶν τεσσάρων στοιχείων συντιθέντι τὸν οὐρανόν, πολὺς γέγονεν πείθειν ἐπιχειρῶν, ὡς