Ancient Greek
Page 483
Joannes Philoponus Phil., De aeternitate mundi 483
Not analysed yet
οὐκ ἔκφυλός τις καὶ ξένη τῶν τεσσάρων στοιχείων, ἐξ ὧν ὁ πᾶς κόσμος συνέστηκεν, ἡ τοῦ οὐρανίου σώματός ἐστιν φύσις, οἵαν ὁ Ἀριστοτέλης τὴν τοῦ πέμπτου σώματος τῷ παντὶ φύσιν εἰσέφρησεν, ἀλλ' ὅτι αὐτῶν ἡ καθαρωτάτη μοῖρα τὸ οὐράνιον ἀπετέλεσεν σύγκραμα. πῶς οὖν νῦν ἡμῖν τὴν ἐφ' ἑκάτερα τῶν λόγων ἐπιδεικνύμενος δύναμιν συκοφαντεῖ μὲν τὸν συνηγορούμενον Πλάτωνα, αὐτὸς δὲ πρύμναν ἐν τοῖς λόγοις κρουσάμενος παλινῳδίαν ᾄδει; ἀλλὰ ταῦτα μὲν μικρὸν ὕστερον δείξομεν ἐξ αὐτοῦ τε Πλάτωνος καὶ τῶν τοῦτον ὑπομνηματισαμένων καὶ τῆς τῶν ἄλλων φιλοσόφων περὶ αὐτοῦ μαρτυρίας καὶ αὐτοῦ δὲ Πρόκλου προάγοντες τὰς πίστεις, ὡς Πλάτων ἐκ τῶν τεσσάρων στοιχείων τὸν οὐρανὸν συγκεῖσθαι βούλεται ἅπαντα. ἐκεῖνο δὲ νῦν πρῶτον ἐξεταστέον, εἴ τινα πιθανὴν γοῦν ἀφορμὴν ὁ λόγος ἔχει τῷ κύκλῳ τὸν οὐρανὸν κινεῖσθαι λέγοντι τὸ καὶ ἑτέρας αὐτὸν οὐσίας εἶναι παρὰ τὰ τέσσαρα ὑποτίθεσθαι. τὰς μὲν οὖν Ἀριστοτέλους ὑπὲρ τοῦ πέμπτον εἶναί τι σῶμα τὸν οὐρανὸν ἐπιχειρήσεις ἐν τοῖς πρὸς αὐτὸν (σὺν θεῷ δὲ εἰρήσθω) λεχθησομένοις ἐπισκεψόμεθα· νῦν δὲ τοσοῦτον μόνον ὁ λόγος ἐξετάσει, εἰ μαχόμενα Πλάτων ὑπέθετο ἐκ πυρὸς πλείστου τὸν οὐρανὸν εἶναι λέγων, σφαιρικὸν δὲ αὐτῷ σχῆμα καὶ τὴν κύκλῳ κίνησιν ὡς οἰκείαν ἀφορίζων. εἰ μὲν οὖν ἀνάγκη τις