Ancient Greek · ~5 min
Page 484
Joannes Philoponus Phil., De aeternitate mundi 484
Not analysed yet
ἐκ τοῦ λόγου φαίνοιτο τῷ κύκλῳ τὸν οὐρανὸν κινεῖσθαι λέγοντι τὸ καὶ τῆς τῶν τεσσάρων οὐσίας ἕτερον αὐτὸν ὑποτίθεσθαι, οὐδ' οὕτω μὲν εὔλογον, ὅπερ πολλάκις εἶπον, τὰ διαρρήδην καὶ ἄνευ τινὸς ἐπικρύψεως εἰρημένα Πλάτωνι ἀπό τινων ἀδήλων στοχασμῶν ὡς οὐδ' εἴρηται διακρούεσθαι, ἀλλ', εἴπερ ἄρα, τῇ μάχῃ μόνον φιλαλήθως ἐφιστάνειν τῶν ὑποθέσεων. ὅμως δ' οὖν συγγνώμη τοῖς φιλοπλάτωσι εἰς συμφωνίαν αὐτὸν εἰ καὶ παρὰ τὴν ἀλήθειαν ἄγουσιν. εἰ δὲ ἐνδεχόμενον σαφῶς φανείη καὶ ἐκ τῶν τεσσάρων στοιχείων τὸν οὐρανὸν εἶναι καὶ κατὰ φύσιν κύκλῳ φέρεσθαι, σοφιστὴν ἄντικρυς τὸν ἐπικεχειρηκότα γινώσκειν εὔλογον πρὸς τὸ δοκοῦν μόνον καὶ οὐ πρὸς ἀλήθειαν τοὺς λόγους ἐκβιαζόμενον· οὐ γὰρ ἀγνοεῖν οἶμαι τὸ ἀληθὲς τὸν οὕτως εἰς τὸ τὰ ἐναργῆ συσκιάζειν εὐμήχανον. πρόεισι δ' οὖν τῷ Πρόκλῳ τὸν τρόπον τοῦτον ἡ ἐπιχείρησις. βʹ. Τὴν κίνησίν φησιν ὁ Πλάτων ἀπονεῖμαι τῷ κόσμῳ τὸν θεὸν τὴν οἰκείαν τοῦ σώματος σφαιροειδοῦς ὄντος τὴν κύκλῳ <περὶ νοῦν καὶ φρόνησιν μάλιστα οὖσαν. οὐκοῦν, εἰ κύκλῳ> κινεῖται, φησίν, ὁ οὐρανός, τῶν εὐθυφορουμένων σωμάτων ἐστὶν ἕτερος, πυρὸς ἀέρος ὕδατός τε καὶ γῆς· τούτων γὰρ τὰ μὲν βαρέα κάτω τὰ δὲ κοῦφα ἄνω φέρεται. οὔτε κοῦφον ἄρα, φησίν, οὔτε βαρὺ τὸ οὐράνιον σῶμα ὁ Πλάτων ᾤετο. ἀλλ' εἰ μὲν ἁπλοῦν ὁ Πλάτων ἢ ἄψυχον εἶναι