Ancient Greek · ~6 min
Page 485
Joannes Philoponus Phil., De aeternitate mundi 485
Not analysed yet
σῶμα τὸν οὐρανὸν ὑπετίθετο, τάχα ἂν τὸ πιθανὸν ἔχειν, εἰ καὶ μὴ τἀληθές, τῷ λόγῳ συνεχωρήσαμεν σύνθετον μὲν αὐτὸν ἐκ τῶν στοιχείων εἶναι, εἰ καὶ πλείστης μοίρας μετέχειν πυρός, ἔμψυχον δ' ὅμως καὶ ζῷον εἶναι καὶ ὑπὸ ψυχῆς κινεῖσθαι. παντὶ δῆλον οἶμαι, ὡς τὴν κύκλῳ κίνησιν οἰκείαν φησὶν καὶ κατὰ φύσιν ὑπάρχειν τῷ οὐρανῷ οὐχ, ᾗ σῶμά ἐστιν αὐτὸς καθ' αὑτὸν χωρὶς τῆς ἐφεστηκυίας αὐτῷ ψυχῆς ἐπινοούμενος, ἀλλ' ᾗ ζῷόν ἐστιν, ὑπὸ ψυχῆς αὐτῷ ἐγγινομένην. ἡ δὲ τῶν κούφων ἐπὶ τὸ ἄνω κίνησις καὶ ἡ τῶν βαρέων εἰς τοὔμπαλιν οὐκ ἐμψύχων σωμάτων ἀλλ' ἀψύχων ἐστὶν κίνησις ἀπροαιρέτως μόνῃ τῇ ἐμφύτῳ ῥοπῇ φερομένων. καὶ συμβαίνει γε πολλάκις τὴν ὡς ζῴῳ κατὰ φύσιν ὑπάρχουσάν τινι κίνησιν μὴ κατὰ φύσιν εἶναι τῷ ὑποκειμένῳ σώματι· καὶ γὰρ τὰ παρ' ἡμῖν ζῷα τὴν ἐπὶ τὰ πλάγια κινούμενα κίνησιν κατὰ φύσιν μὲν ὡς ζῷα κινεῖται, οὐδενὸς δὲ τῶν στοιχείων, ἐξ ὧν τὰ σώματα αὐτῶν σύγκειται, οὐδ' αὐτοῦ τοῦ συνθέτου κατὰ φύσιν ἐστὶν ἡ ἐπὶ τὰ πλάγια κίνησις· κατὰ γὰρ τὸ ἐπικρατοῦν τῶν ἁπλῶν τῶν ἐν αὐτοῖς κινεῖται τὰ σύνθετα, ὅταν ὡς ἄψυχα καὶ οὐχ ὡς ζῷα κινεῖται· πλεοναζόντων γὰρ ἐν τοῖς τῇδε συνθέτοις σώμασι τῶν βαρέων στοιχείων γῆς τε καὶ ὕδατος κατὰ φύσιν αὐτοῖς ἡ ἐπὶ τὰ κάτω φορά· ὥστε τῶν ζῴων ἐπὶ τὰ πλάγια ὑπὸ ψυχῆς γινομένη οὐ κατὰ φύσιν τοῖς τῶν ζῴων ἐστὶν σώμασιν. καὶ τὰ αὐξόμενα δὲ τῶν ἐμψύχων σωμάτων ἐπὶ τὸ ἄνω τῇ