Ancient Greek · ~6 min
Page 486
Joannes Philoponus Phil., De aeternitate mundi 486
Not analysed yet
αὐξήσει φερόμενα καὶ τὰ πτηνὰ ὅλα καθ' ὅλα αὐτὰ κάτωθεν ἄνω μεθιστάμενα ὡς μὲν ἔμψυχα κατὰ φύσιν τὴν τοιαύτην ποιεῖται κίνησιν, ὡς δὲ γεηρά τε καὶ βαρέα παρὰ φύσιν. τί δ' ἄν τις εἴποι τῶν φυτῶν τὰ τῇ περιφορᾷ τοῦ ἡλίου συμπεριθέοντα, ἅπερ ἐπωνύμως ἐκ τῆς κινήσεως ἡλιοτρόπια προσαγορεύεται; λεγέτωσαν γὰρ ἡμῖν, ποίου σώματος τῶν ἁπλῶν ἐστιν κατὰ φύσιν ἡ τοιαύτη κίνησις. ἢ οὖν ἀνάγκη καὶ ταῦτα τῆς τῶν στοιχείων ἀλλοτριοῦν φύσεως διὰ τὸ διάφορον τῆς κινήσεως ἤ, εἴπερ ἄλλη μέν ἐστιν ἑκάστου σώματος ἡ παρὰ τῆς ἰδίας φύσεως ὡς ἀψύχου κίνησις, ἄλλη δὲ ὡς ἐμψύχου ἀπὸ τῆς ψυχικῆς ἐγγινομένη δυνάμεως, καὶ τὸν οὐρανὸν δὲ ὁ Πλάτων ἔμψυχον εἶναι καὶ ὑπὸ ψυχῆς κινεῖσθαι βούλεται, δῆλον ἄρα, ὅτι ὡς ζῴῳ κατὰ φύσιν αὐτῷ τὴν κύκλῳ κίνησιν ἀφορίζει· εἰ γὰρ περὶ νοῦν μάλιστα εἶναί φησιν τὴν κύκλῳ κίνησιν καί, ὡς Πλωτῖνός φησιν, κύκλῳ κινεῖται, ὅτι νοῦν μιμεῖται, δῆλον, ὡς ἀπὸ ψυχῆς ἐφήκειν αὐτῷ τὴν κύκλῳ βούλεται κίνησιν πρὸς μίμησιν τῆς νοερᾶς ἐνεργείας τὸ οἰκεῖον σῶμα κινούσης· οὐ γὰρ ἄνευ ψυχῆς κατὰ μόνην τὴν ἄλογόν τε καὶ φυσικὴν ὁρμὴν τῆς κινήσεως μιμεῖσθαι τὸν νοῦν τὸ ἄψυχόν τις εὐλόγως σῶμα ὑπονοήσειεν. εἰκότως δὲ καὶ τῷ σχήματί φησιν οἰκείαν εἶναι τὴν κύκλῳ κίνησιν· καὶ γὰρ ἑκάστῳ σχήματι ζῴου πρόσφορος ἡ παρὰ τῆς ἐνούσης ψυχῆς ἐνδίδοται κίνησις· ὅθεν ἄλλη μὲν πτηνῶν, ἄλλη δὲ χερσαίων, ἄλλη δὲ τῶν ἐνύδρων ζῴων ἡ κίνησις, καὶ τὰ μὲν πτηνὰ καὶ ἔνυδρα ὁμοίως ἄνω