Ancient Greek · ~6 min
Page 487
Joannes Philoponus Phil., De aeternitate mundi 487
Not analysed yet
τε καὶ κάτω καὶ ἐπὶ τὰ πλάγια φέρεται, τῶν δὲ χερσαίων ἄλλως μὲν τὰ ὑπόποδα, ἄλλως δὲ κινεῖται τὰ ἄποδα. τί οὖν θαυμαστόν, εἰ καὶ ὁ οὐρανὸς πρὸς λόγον τοῦ σώματος ὑπὸ ψυχῆς κινεῖται, εἴπερ καὶ μᾶλλον πρὸς λόγον τῶν τῆς ψυχῆς ὁρμῶν καὶ δυνάμεων διαπέπλασταί τε αὐτὸς καὶ κινεῖται, ὡς καὶ ἐπὶ τῶν λοιπῶν πάντων ζῴων ἡ διάπλασις τῶν σωμάτων καὶ διοργάνωσις οὐ παρὰ τὴν διάφορον τῶν ἁπλῶν οὐσίαν, ἐξ ὧν τὰ ζῷα σύγκειται, ἀλλὰ παρὰ τὰς διαφόρους δυνάμεις τῶν ἐνεργεῖν μελλουσῶν ἐν αὐτοῖς ψυχῶν ὑπὸ τῆς δημιουργοῦ φύσεως προῳκονόμηται, ὡς καὶ ἐν τῷ ἕκτῳ λόγῳ διὰ πλειόνων ἐδείξαμεν. εἰ οὖν ἡ τῶν σχημάτων διαφορὰ οὐσίας ἐξαλλαγὴν οὐκ ἐργάζεται (λέγω δὲ οὐσίας τῆς κατὰ τὰ στοιχεῖα, ἐξ ὧν τὰ ζῷα σύγκειται), οὐδ' ἄρα ἡ διὰ τὸ σχῆμα γενομένη τῶν ἐμψύχων κίνησις ἑτεροφυῆ λέγειν ἡμᾶς αὐτῶν ἀναγκάσει τὰ σώματα. ἐνδέχεται ἄρα Πλάτωνα καὶ κύκλῳ λέγειν κατὰ φύσιν κινεῖσθαι τὸ οὐράνιον σῶμα ὡς ἔμψυχον καὶ τῆς τῶν κοινῶν στοιχείων αὐτὸ φύσεως ὑποτίθεσθαι. ἔτι εἰ πᾶν ζῷον τοπικήν τινα κίνησιν ἀπὸ ψυχῆς κινεῖται (τό τε γὰρ ἵπτασθαι τοῖς πτηνοῖς ὑπὸ ψυχῆς γίνεται καὶ τοῖς ἐνύδροις τὸ νήχεσθαι καὶ τοῖς χερσαίοις τό τε ἕρπειν καὶ τὸ διὰ σκελῶν κινεῖσθαι), ζῷον δὲ εἶναι τὸν οὐρανὸν ὁ Πλάτων λέγει, δηλονότι καὶ τοπικὴν αὐτῷ κίνησιν ὑπὸ ψυχῆς γίνεσθαι συγχωρήσει· πᾶν γὰρ ζῷον ὑπὸ ψυχῆς τοπικήν τινα κινεῖται κίνησιν καὶ οὐδὲν ἔστιν ζῷον ἐστερημένον ταύτης. οὐδεμίαν δὲ ἄλλην τοπικὴν κινεῖ-