Ancient Greek · ~5 min
Page 488
Joannes Philoponus Phil., De aeternitate mundi 488
Not analysed yet
ται κίνησιν ὁ οὐρανὸς ἢ τὴν κύκλῳ· οὐκοῦν ὑπὸ ψυχῆς ταύτην κατὰ Πλάτωνα κινηθήσεται. εἰ δὲ ὑπὸ ψυχῆς κύκλῳ κινεῖται, ἑτέρα δέ ἐστιν ἡ ὑπὸ ψυχῆς τῶν ζῴων γινομένη κίνησις παρὰ τὴν ἐκ τῆς ἐμφύτου ῥοπῆς ὡς ἀψύχοις τοῖς σώμασιν αὐτῶν ἐνδιδομένην, οὐκ ἄρα φυσικὴν εἶναι τοῦ οὐρανίου σώματος τὴν κύκλῳ κίνησιν ᾤετο ὁ Πλάτων ἀλλ' ἀπὸ ψυχῆς αὐτῷ ἐγγίγνεσθαι. ὅθεν αὐτὸς ἐν τῇ ψυχογονίᾳ ὁ Πλάτων τὰς τῶν οὐρανίων σφαιρῶν κινήσεις τῇ ψυχῇ τοῦ σώματος περιῆψεν, ὡς ἐξ αὐτῶν μαθεῖν ἔστιν τῶν ῥητῶν Πλάτωνος· τὴν γὰρ τῆς ἀπλανοῦς κίνησιν, ἣν καλεῖ ταὐτοῦ, καὶ τὴν τῶν ἐντὸς ἑπτὰ πλανωμένων, ἣν θατέρου προσηγόρευσεν, αὐτὴν τὴν ψυχὴν τοῦ παντὸς εἶπεν κινεῖσθαι καί, ὅπερ φησὶν Ἀριστοτέλης, ὡς οὔσας τὰς τοῦ οὐρανοῦ φορὰς τὰς τῆς ψυχῆς κινήσεις. εἰ τοίνυν σαφῶς νοερὰν εἶναί φησιν καὶ ἀσώματον τὴν τοῦ παντὸς ψυχὴν ὁ Πλάτων, διαπλέξας δὲ αὐτὴν πρὸς τὸν οὐρανὸν τὰς τοῦ οὐρανίου σώματος κινήσεις τοπικὰς οὔσας κινήσεις αὐτὴν εἶπεν κινεῖσθαι, τὴν δὲ ψυχὴν ἀσώματον οὖσαν κατὰ τόπον κινεῖσθαι ἀδύνατον, καὶ τυφλῷ γε οἶμαι δῆλόν ἐστιν, ὡς ὅτι τὸν συμβολικὸν τῆς διδασκαλίας τρόπον τὸ τῆς κινήσεως τῷ οὐρανῷ αἴτιον αὐτὸ εἶπεν κινεῖσθαι· τὰ γὰρ ἐν τῷ αἰτιατῷ εἰκονικῶς ἐνυπάρχοντα ταῦτα ἐν τῷ αἰτίῳ παραδειγματικῶς προϋπάρχει· τὸ γὰρ ἐν τῇ ψυχῇ τοῦ οἰκοδόμου τῆς οἰκίας εἶδος παράδειγμά τέ ἐστιν καὶ αἴτιον τῆς ἐκ λίθων οἰκίας· ἐκ ταύτης