Ancient Greek · ~6 min
Page 489
Joannes Philoponus Phil., De aeternitate mundi 489
Not analysed yet
γὰρ τῆς ἐννοίας καὶ ὁ Πλάτων ἰδέας εἶναι τῶν πάντων ὑπέθετο. γʹ. Ἀλλ' εἰ καὶ μὴ φύσει κύκλῳ κινεῖται ὁ οὐρανός, φησίν, ἀλλ' ὑπὸ ψυχῆς, τίς ἐστιν ἡ φυσικὴ τοῦ οὐρανίου σώματος κίνησις; εἰ γὰρ τῶν εὐθυφορουμένων ἐστὶν σωμάτων, ἢ ἄνω ἢ κάτω κινηθήσεται, ὧν ἑκατέρας ἐξῄρηται. αὐτὸς ἡμῖν ὁ Πρόκλος τὴν ἔνστασιν ἐπελύσατο· ἐν γὰρ τῷ δεκάτῳ λόγῳ φησίν, ὡς ἤδη ἔγνωμεν, ὅτι τῶν τοῦ κόσμου στοιχείων ἕκαστον ἐν τῷ οἰκείῳ τόπῳ ἢ μένει ἢ κύκλῳ κινεῖται· ‘τότε γὰρ ἐπ' εὐθείας κινεῖται’, φησίν, ‘ὅταν μὴ ἐν τῷ οἰκείῳ ᾖ, σπεῦδον εἰς ἐκεῖνον ἐλθεῖν’. εἰ τοίνυν ἐν τῷ οἰκείῳ τόπῳ ὑπάρχον ἕκαστον ἢ μένει ἀκίνητον ὡς ἡ γῆ ἢ κύκλῳ κινεῖται καὶ οὐκ ἐπ' εὐθείας ὡς τὸ ὑπέκκαυμα καὶ ὁ ὑπὲρ τὰς κορυφὰς τῶν ὀρῶν ἀήρ, ἕκαστον δὲ τῶν συνθέτων σωμάτων, ἐξ οὗ πλείστου μετέχει στοιχείου, τὸν ἐκείνου τόπον κατείληφεν, ὡς τὰ ἡμέτερα σώματα γεώδη ὄντα ἐν τῷ αὐτῷ ἐστιν τῇ γῇ τόπῳ, ὁ δὲ οὐρανὸς ἐκ πλείστου πυρὸς συνέστηκε κατὰ Πλάτωνα καὶ πυρὸς τοῦ λεπτοτάτου τε καὶ καθαρωτάτου, τῷ δὲ πυρὶ τόπος ἐστὶν κατὰ φύσιν ὁ ἐξωτάτω, ἐν τούτῳ δέ ἐστιν καὶ ὁ οὐρανός, καὶ ὁ οὐρανὸς ἄρα τὸν οἰκεῖον τόπον κατείληφεν καὶ κατειληφὼς κύκλῳ κινεῖται. εἴτε ἄρα ὑπὸ ψυχῆς αὐτῷ ἐφήκει ἡ κύκλῳ κίνησις, αὐτὸς δὲ οὐδεμίαν ἀπὸ τῆς ἑαυτοῦ φύσεως κινεῖται κίνησιν, κατὰ φύσιν δηλονότι μένει καὶ οὐ κινεῖται ἐπ' εὐθείας ὡς τὸν οἰκεῖον κατειληφὼς τόπον καὶ ἡ κίνησις ἡ κύκλῳ ὡς ζῴῳ κατὰ