Ancient Greek · ~6 min
Page 490
Joannes Philoponus Phil., De aeternitate mundi 490
Not analysed yet
φύσιν ὑπάρχει, εἴτε μὴ ὑπὸ ψυχῆς ἀλλ' ὑπὸ φύσεως κύκλῳ φέρεται, κἂν τῶν εὐθυφορουμένων ᾖ σωμάτων, ἅτε δὴ ἐν τῷ οἰκείῳ ὑπάρχων τόπῳ, διότι τῶν εὐθυφορουμένων οὐδὲν ἐπ' εὐθείας κινεῖσθαι δύναται ἐν τῷ οἰκείῳ καὶ κατὰ φύσιν ὑπάρχον τόπῳ. δʹ. Πῶς οὖν πάλιν ὁ Πρόκλος μετὰ τῶν Πλάτωνος ταῖς οἰκείαις ἀποφάνσεσιν καλῶς τεθείσαις τὰς ἐναντίας φωνὰς ἐν τούτοις ἀφίησιν; εἰ γὰρ ἀνάγκη ἐστὶν τὸ οὐράνιον σῶμα δι' αὐτὸ μόνον τὸ μὴ ἐπ' εὐθείας ἀλλὰ κύκλῳ κινεῖσθαι τῆς τῶν εὐθυφορουμένων σωμάτων οὐσίας ἕτερον εἶναι, δηλονότι, εἰ καὶ τῶν εὐθυφορουμένων ᾖ καὶ ἐν τῷ οἰκείῳ ὑπάρχον τόπῳ, ἐπ' εὐθείας ἂν αὐτὸ κινεῖσθαι ἠξίωσεν. πῶς οὖν ἔτι ἀληθεύσει αὐτῷ ἐκεῖνος ὁ λόγος τὸ μηδὲν τῶν στοιχείων ἐν τῷ οἰκείῳ τόπῳ ὂν ἐπ' εὐθὺ κινεῖσθαι ἀλλ' ἢ μένειν ἀκίνητον ἢ κύκλῳ φέρεσθαι; εἰ δὲ συμφώνως τῇ φύσει τῶν πραγμάτων ἐκεῖνα ὡμολόγηκεν (οὔτε γὰρ ἡ γῆ οὔτε τὸ ὕδωρ οὔτε τὸ πῦρ οὔτε ὁ ἀὴρ τὸν οἰκεῖον ἔχοντα τόπον ἐπ' εὐθείας κινεῖται, εἰ μὴ βιασθέντα ἐκσταίη τούτου), οὐδὲ τὸν οὐρανὸν ἄρα ἀνάγκη κατ' εὐθεῖαν κινεῖσθαι τὸν οἰκεῖον ἔχοντα τόπον, κἂν τῆς τῶν εὐθυφορουμένων ὑπάρχῃ φύσεως. εʹ. Οὐ μόνον δ' οὐκ ἀναγκαῖον ἀλλὰ καὶ ἀδύνατον ἐπ' εὐθείας τὸν οὐρανὸν φέρεσθαι, κἂν τῆς τῶν στοιχείων ὑπάρχῃ φύσεως· οὐδὲν γὰρ τῶν στοιχείων οὔτε ὅλον ἕκαστον οὔτε μέρος ἐν τῷ οἰκείῳ καὶ κατὰ φύσιν ὑπάρχον τόπῳ ἐπ' εὐθείας κινούμενον φαίνεται· οὐ γὰρ ἄλλως ἐπ' εὐθείας ἐμφύτῳ ὁρμῇ κινεῖται τὰ