Ancient Greek · ~6 min
Page 491
Joannes Philoponus Phil., De aeternitate mundi 491
Not analysed yet
σώματα, εἰ μὴ τοῦ κατὰ φύσιν ἐκσταίη τόπου· ἕκαστον γὰρ ἐν τῷ κατὰ φύσιν μένειν ἐθέλει τόπῳ ὡς ἐν τούτῳ σῳζόμενον καὶ βίας δεῖ, ἵνα τοῦ κατὰ φύσιν μεταστῇ τόπου τὰ σώματα (ὥσπερ ἀμέλει τὸ ὕδωρ καὶ τὰ γεηρὰ τῶν σωμάτων μηχαναῖς τισιν ἢ δυνάμει κρείττονι κάτωθεν ἄνω ἐκβιαζόμενα φέρεται· καὶ τὸ πυρῶδες πνεῦμα τοῖς νέφεσιν ἐναποκλειόμενον καὶ τῇ πιλήσει συνθλιβόμενον εἰς τὸν κάτω καὶ παρὰ φύσιν τόπον ἐξακοντίζεται), ἐκστάντα δ' ὅμως τοῦ οἰκείου τόπου τὰ σώματα ἐμφύτῳ λοιπὸν ὁρμῇ ἐπ' ἐκεῖνον εὐθυφορούμενα φέρεται ὡς ἐν αὐτῷ σῳζόμενα. εἰ τοίνυν καὶ ὁ οὐρανὸς ἐν τῷ κατὰ φύσιν ἐστὶν τόπῳ ἐκ πυρὸς ὢν κατὰ Πλάτωνα καὶ πυρὸς ὡς ἔνι μάλιστα τοῦ λεπτοτάτου τε καὶ καθαρωτάτου, ὡς καὶ τὸν Πρόκλον ταῦτα ὁμολογοῦντα ἐν τοῖς ἑξῆς παραθήσομεν, ὅθεν καὶ τὴν ἐξωτάτω πάντων χώραν κατείληφεν, ἀδύνατον ἄρα αὐτὸν ἐμφύτῳ ὁρμῇ τὴν κατ' εὐθεῖαν κινεῖσθαι κίνησιν· ἐπ' εὐθείας γὰρ κινούμενον ἐπὶ τὸ ἄνω μὲν κινεῖσθαι ἀδύνατον (οὐδὲν γὰρ εἶναι τοῦ οὐρανοῦ ἔξω καὶ παρὰ τοῖς τῶν Ἑλλήνων σοφοῖς ὡμολόγηται), ἐπὶ τὸ κάτω δ' εἰ κινηθείη, τοῦ κατὰ φύσιν ἐξίστασθαι τόπου ἀνάγκη· ἀλλ' οὐδὲν ἔστιν σῶμα φυσικῇ τινι δυνάμει τοῦ κατὰ φύσιν ἐξιστάμενον τόπου (πάντα γὰρ φυσικῶς τοῦ εἶναι ἐφίεται, ἔστιν δὲ μάλιστα καὶ σῴζεται ἕκαστον ἐν τῷ κατὰ φύσιν ὑπάρχον), ἀλλὰ βίας ὡς εἶπον ἔξωθεν δεῖ, ἵνα τοῦ κατὰ φύσιν ἐκσταίη τόπου τῶν σωμάτων ἕκαστον· ὥστε οὐδὲ τὸν οὐρανὸν ἐνδέχεται ἄνευ τινὸς ἔξωθεν