Ancient Greek · ~6 min
Page 498
Joannes Philoponus Phil., De aeternitate mundi 498
Not analysed yet
νες τῆς γενέσεώς εἰσιν καὶ τῆς φθορᾶς αἴτιοι, τοῦ δὲ ἀγένητα εἶναι καὶ ἄφθαρτα, μόνοις δὲ τοῖς μέρεσιν γίνεσθαί τε καὶ φθείρεσθαι οὐδὲ πιθανὴν γοῦν αἰτίαν εἴρηκεν, ἐπεὶ μηδὲ εἶχεν. ἀλλ' οὐδ' ἐκ τῆς ἐναργείας τὸ πιστὸν εἴληφεν· οὐ γὰρ τὸ νῦν μὴ ἐφθαρμένον ἤδη καὶ ἄφθαρτον εἶναι ἀνάγκη. ὅτι μὲν οὖν οὐ μόνον κατὰ μόρια ἀλλὰ καὶ καθ' ὅλα αὐτὰ τὰ στοιχεῖα γενητά ἐστιν καὶ φθαρτά, προϊόντες δείξομεν. νῦν δὲ ὁ σοφὸς ἡμῖν Πρόκλος, ἵνα μὲν τὸν κόσμον δείξῃ ἀγένητον καὶ ἄφθαρτον, λαμβάνει ἐκ τῶν φαινομένων, ὅτι αἱ γενέσεις καὶ φθοραὶ τῶν ἐναντίων εἰσὶν καὶ διὰ τοῦτο τὰ μὲν στοιχεῖα γίνοιτ' ἂν καὶ φθείροιτο, ὁ δὲ οὐρανὸς οὐκέτι ἅτε δὴ μηδὲν ἔχων ἐναντίον· συναισθόμενος δέ, ὡς καὶ οὕτως εἰς πᾶν ἡ γένεσις καὶ φθορὰ περιάγεται (τῶν γὰρ τοῦ παντὸς μερῶν γενητῶν ὄντων καὶ φθαρτῶν καὶ τὸ πᾶν γενητὸν εἶναι καὶ φθαρτὸν ἀνάγκη), εὐθὺς ἀναιρεῖ τὸ τεθὲν φήσας κατὰ μόρια μόνον γίγνεσθαι τὰ στοιχεῖα καὶ φθείρεσθαι, ὅλον δὲ ἕκαστον αὐτῶν ἀγένητον εἶναι καὶ ἄφθαρτον, καίτοι γε τοῦ τῆς γενέσεως καὶ φθορᾶς αἰτίου ὁμοίως ἔν τε τοῖς μέρεσιν καὶ ἐν τοῖς ὅλοις στοιχείοις θεωρουμένου, λέγω δὴ τῶν ἐναντίων καὶ φθαρτικῶν ἀλλήλων ποιοτήτων. ἀλλ' ἐπειδὴ καὶ οὕτως οὐδὲν ἧττον τὸ φθαρτὸν εἶναι τὸν κόσμον συνήγετο (εἰ γὰρ μηδὲν στοιχείου μέρος ἀγένητόν ἐστιν καὶ ἄφθαρτον, ἐκ τούτων δὲ αὐτῶν καὶ ὅλον ἕκαστον στοιχεῖον καὶ ὁ πᾶς κόσμος συνέστηκεν, οὐδ' ἂν αὐτὸς ἀγένητος εἴη καὶ ἄφθαρτος), εὐθὺς πάλιν δυνάμει καὶ