Ancient Greek · ~6 min
Page 499
Joannes Philoponus Phil., De aeternitate mundi 499
Not analysed yet
τὸ μέρη εἶναι τῶν στοιχείων τὰ γινόμενα καὶ φθειρόμενα ἀναιρεῖ· φησὶν γάρ, ὅτι τὰ ὁπωσοῦν γινόμενα καὶ φθειρόμενα ἀποτελέσματά ἐστιν τοῦ κόσμου καὶ οὐ μέρη. δῆλον οὖν, ὅτι τὰ τῶν στοιχείων μέρη, ἅπερ γενητὰ εἶναι καὶ φθαρτὰ τοῖς φαινομένοις ἑπόμενος ὡμολόγηκεν, καὶ αὐτὰ ἀποτελέσματα εἶναι τοῦ κόσμου καὶ οὐ μέρη βούλεται. εἰ οὖν μηδὲν στοιχείου μέρος τοῦ ὅλου κόσμου ἐστὶν μέρος, διότι πάντα γενητά ἐστιν καὶ φθαρτά, ἀνάγκη πᾶσα ἢ μηδὲ τὰ στοιχεῖα μέρη εἶναι τοῦ κόσμου (τὸ γὰρ ὅλον ὕδωρ καὶ ἡ ὅλη γῆ οὐδὲν ἕτερόν ἐστιν παρὰ πάντα τὰ οἰκεῖα μέρη ἅμα ὄντα, ὡσαύτως δὲ καὶ ὁ ἀὴρ καὶ τὸ πῦρ, καὶ συμβήσεται, ἅπερ μέρη εἶναι τοῦ κόσμου ὡμολόγηκεν, ταῦτα πάλιν ἐκ τῶν ἰδίων ὑποθέσεων οὐκ εἶναι μέρη λέγειν ἀναγκάζεσθαι) ἤ, εἴπερ τὰ ὅλα στοιχεῖα μέρη ἐστὶν τοῦ κόσμου, δέδεικται δέ, ὅτι καὶ τὰ τῶν μερῶν μέρη τοῦ ὅλου ἐστὶν μέρη, μηδὲν δὲ τῶν γινομένων καὶ φθειρομένων μέρος ἐστὶν τοῦ κόσμου, οὐδὲ τὰ τῶν στοιχείων ἄρα μέρη τοῦ κόσμου ἐστὶν μέρη. εἰ δὲ μή ἐστιν μέρη τοῦ κόσμου, οὐδ' ἄρα τῶν μερῶν τοῦ κόσμου μέρη ἐστίν· εἰ γὰρ ἦν τῶν τοῦ κόσμου μερῶν μέρη, ἦν ἂν καὶ τοῦ ὅλου κόσμου μέρη. τὰ ἄρα τῶν στοιχείων μέρη οὐκ ἔστιν τῶν στοιχείων μέρη· τοιοῦτο γὰρ τὸ ψεῦδος αὐτὸ ὑφ' ἑαυτοῦ συμποδιζόμενον ἀπελέγχεται. καὶ τί δεῖ μακρῶν λόγων; εἰπὼν γὰρ ὁ Πρόκλος, ὅτι τὰ ὁπωσοῦν γινόμενα καὶ φθειρόμενα ἀποτελέσματά ἐστιν τοῦ κόσμου καὶ οὐ μέρη, εὐθὺς τὴν Πλάτωνος ῥῆσιν οἰκειωσάμενος ἐπήγαγεν ἔχουσαν οὕτως ‘τῶν ἐν αὐτῷ θεῶν