Ancient Greek · ~6 min
Page 500
Joannes Philoponus Phil., De aeternitate mundi 500
Not analysed yet
δανειζομένων ἐκ τοῦ κόσμου μόρια ὡς ἀποδοθησόμενα πάλιν, φησὶν ἐκεῖνος’. εἰ οὖν ἔστιν μόρια τοῦ κόσμου τὰ εἰς τὴν γένεσιν τῶν συνθέτων σωμάτων παρὰ τῶν ἐν τῷ κόσμῳ θεῶν λαμβανόμενα, ταῦτα δέ ἐστιν τὰ τῶν στοιχείων μέρη, ἅπερ γενητὰ καὶ φθαρτὰ εἶναι ἐκ τῆς ἐναργείας ὁ Πρόκλος ὡμολόγηκεν, τὰ ἄρα τῶν στοιχείων μέρη γενητὰ ὄντα καὶ φθαρτὰ τοῦ κόσμου μόρια ὑπάρχει, ὡς Πλάτων μὲν εἶπεν, ὁ δὲ Πρόκλος ἐδέξατο. εἰ δὲ τὰ ὁπωσοῦν γινόμενα καὶ φθειρόμενα ἀποτελέσματά ἐστιν τοῦ κόσμου καὶ οὐ μέρη, καὶ τὰ τῶν στοιχείων ἄρα μέρη ἀποτελέσματά ἐστιν τοῦ κόσμου καὶ οὐ μέρη. ἦν δὲ τὰ αὐτὰ ταῦτα καὶ μόρια τοῦ κόσμου· τὰ ἄρα τῶν στοιχείων μέρη καὶ μόρια τοῦ κόσμου ἐστὶν καὶ πάλιν οὐ μέρη ἀλλ' ἀποτελέσματα. ἀλλὰ οὐδὲ ἐνδεχόμενόν ἐστιν τὸ αὐτὸ τοῦ αὐτοῦ ἅμα καὶ κατὰ ταὐτὸν καὶ μόριον εἶναι καὶ ἀποτέλεσμα· τὸ μὲν γὰρ μόριον συμπληρωτικόν ἐστιν τούτου, οὗ ἐστιν μόριον, ὡς ὁ δάκτυλος τοῦ ἀνθρωπείου σώματος, τὸ δὲ ἀποτέλεσμα οὐκ ἔστιν συμπληρωτικὸν τῆς τοῦ ἀποτελοῦντος οὐσίας· ἡ γὰρ οἰκία οὐ συμπληροῖ τὸν οἰκοδόμον οὐδὲ τὴν γεννῶσαν φύσιν τὸ γεννώμενον, οἷον τῆς τοῦ πατρὸς οὐσίας οὐχ ᾗ πατήρ ἐστιν ἀλλ' ᾗ ἄνθρωπος οὐκ ἔστιν συμπληρωτικὸς ὁ υἱός, καὶ τὸ μὲν μόριον συνήνωται τῷ ὅλῳ ἐπὶ τῶν συνεχῶν (ὁ γὰρ δάκτυλος τῷ ὅλῳ ἀνθρώπῳ συνήνωται), τὸ δὲ ἀποτέλεσμα κεχώρισται τοῦ ἀποτελοῦντος μάλιστα, ἐπειδὰν ἀποτελεσθῇ, ὡς τοῦ τέκτονος ἡ θύρα καὶ τῆς γεννησάσης φύσεως τὸ γεννηθέν.