Ancient Greek · ~6 min
Page 501
Joannes Philoponus Phil., De aeternitate mundi 501
Not analysed yet
οὐκ ἄρα ἐνδέχεται τὸ μόριόν τινος αὐτοῦ ἐκείνου ἅμα καὶ κατὰ τὰ αὐτὰ καὶ ἀποτέλεσμα εἶναι. προσέθηκα δ' ‘ἅμα καὶ κατὰ ταὐτόν’, διότι ἡ εἰς τὴν τοῦ ἐμβρύου γένεσιν παραλαμβανομένη παρὰ τοῦ πατρὸς ἢ τῆς μητρὸς ὕλη οἷον τὸ σπέρμα καὶ τὸ καταμήνιον μόριον μὲν ἴσως ἂν εἴη τῶν γεννησάντων, ἀλλ' οὐχ ἅμα καὶ κατὰ ταὐτὸ καὶ ἀποτέλεσμά ἐστιν, ἀλλ' ὅταν ἀλλοιωθῇ καὶ μεταβληθῇ. οὔτε οὖν, ὅτε σπέρμα ἐστὶν ἢ καταμήνιον, ἀποτέλεσμά ἐστιν οὔτε, ὅταν μέρος τοῦ ἐμβρύου γένηται φθαρὲν καὶ μεταβληθὲν εἰς τὴν ἐκείνου φύσιν, μόριον ἔτι ἐστὶν τοῦ ἀποτελοῦντος· ὥστε, εἰ μόρια ἐπὶ τοῦ κόσμου τὰ τῶν στοιχείων μέρη, οὐκ ἂν εἴη τοῦ αὐτοῦ καὶ ἀποτελέσματα. ἀλλὰ μὴν τὰ ὁπωσοῦν γινόμενα καὶ φθειρόμενα ἀποτελέσματά ἐστιν τοῦ κόσμου, ὡς Πρόκλῳ δοκεῖ· τὰ ἄρα τῶν στοιχείων μέρη καὶ ἀποτελέσματά ἐστιν τοῦ κόσμου καὶ οὐκ ἔστιν πάλιν αὐτοῦ ἀποτελέσματα. ἄλλως τε κἂν συγχωρήσῃ τις ἐνδέχεσθαι ἐπί τινων τὰ αὐτὰ τοῦ αὐτοῦ καὶ μέρη εἶναι καὶ ἀποτελέσματα, οὐδὲν ἧττον καὶ οὕτως εἰς ἀντίφασιν ὁ Πρόκλος περιπίπτει· εἰ γὰρ τὰ τῶν στοιχείων μέρη καὶ τοῦ ὅλου κόσμου ἐστὶν μόρια, συγχωρηθείη δὲ αὐτὰ καὶ ἀποτελέσματα εἶναι τοῦ κόσμου, δηλονότι, καθὸ μόριά ἐστιν, ψευδὴς ἔσται ἡ τοῦ Πρόκλου ἀπόφανσις ἡ λέγουσα τὰ ὁπωσοῦν γινόμενα καὶ φθειρόμενα μὴ εἶναι τοῦ κόσμου μέρη· ὥστε τὰ αὐτὰ καὶ μόρια εἶναι τοῦ κόσμου διὰ τῆς Πλάτωνος λέξεως, ἣν παρέθηκεν, ὡμολόγηκεν καὶ πάλιν τὸ εἶναι μόρια