Ancient Greek · ~6 min
Page 502
Joannes Philoponus Phil., De aeternitate mundi 502
Not analysed yet
ἀνεῖλεν διὰ τῆς οἰκείας ἀποφάνσεως. πῶς οὖν οὐ συνεῖδεν ὁ φιλόσοφος εἰς ἀντίφασιν αὐτὸς ὑφ' ἑαυτοῦ παραχρῆμα περιαγόμενος; ἦ ὅτι τυφλὸν τὸ ψεῦδος καὶ οὔτε ἑαυτὸ οὔτε τὴν ἀλήθειαν ἐπιβλέπειν δυνάμενον; ιʹ. Δῆλος δέ ἐστιν ὁ Πρόκλος αὐτῷ τῷ φεύγειν τὰ γινόμενα καὶ φθειρόμενα μέρη λέγειν εἶναι τοῦ κόσμου εἰδὼς ἀκριβῶς, ὡς, οὗ ἂν τὰ μέρη γενητὰ εἴη καὶ φθαρτά, καὶ αὐτὸ γενητὸν εἶναι καὶ φθαρτὸν ἀνάγκη. ἐνῆν μὲν οὖν καὶ ἑτέρους πολλοὺς τῶν ἐν φιλοσοφίᾳ διαφανεστάτων αὐτὸ τοῦτο ἐπὶ λέξεως παραθέσθαι λέγοντας, ὅτι, οὗ ἂν τὰ μέρη γενητὰ εἴη καὶ φθαρτά, καὶ αὐτὸ γενητὸν εἶναι καὶ φθαρτὸν ἀνάγκη, ἀλλ' ἱκανὸν οἶμαι καὶ τὸν λόγον εἰς αὐτάρκη τούτου πίστιν, ἵνα τὸ μῆκος ἐκκλίνωμεν. εἰ γὰρ μηδὲν ἔστιν τοῦ ὕδατος μέρος, ὃ μὴ γενητόν ἐστιν καὶ φθαρτόν, τὸ δὲ ὅλον οὐδὲν ἕτερόν ἐστιν ἢ πάντα ἅμα τὰ μέρη, πῶς, ὃ μηδὲν ἔχει μέρος ἀγένητον καὶ ἄφθαρτον, αὐτὸ ἀγένητον εἶναι καὶ ἄφθαρτον δύναται; τὸ γὰρ κυρίως ἀγένητον καὶ ἄφθαρτον τὸ αὐτὸ εἶναι κατ' ἀριθμὸν ἀνάγκη, οὐδὲν δὲ τῶν στοιχείων τὸ αὐτὸ μένειν κατ' ἀριθμὸν δύναται τῷ μακρῷ χρόνῳ πάντων αὐτοῦ τῶν μερῶν φθειρομένων καὶ ἄλλων τινῶν γινομένων· ὃ γὰρ καὶ πρότερον εἴπομεν, ὥσπερ οὐχ ἡ αὐτή ἐστιν κατ' ἀριθμὸν ναῦς ἡ κατὰ σανίδα μὲν ἀμειβομένη τῷ δὲ χρόνῳ πᾶσα ἀμειφθεῖσα καὶ ἄλλη ἐξ ἄλλης γενομένη, οὕτως οὐδὲ τὸ νῦν ὕδωρ τὸ αὐτὸ κατ' ἀριθμόν ἐστιν τῷ πρὸ τρισχιλίων φέρ'